<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><l n="377"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος, μέγα δʼ ἔκτυπε μητίετα Ζεύς,</l><l n="378">ἀράων ἀΐων Νηληϊάδαο γέροντος.</l><milestone ed="p" n="379" unit="card"/><l n="379"><milestone ed="P" unit="para"/>Τρῶες δʼ ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο,</l><l n="380">μᾶλλον ἐπʼ Ἀργείοισι θόρον, μνήσαντο δὲ χάρμης.</l><l n="381">οἳ δʼ ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιο</l><l n="382">νηὸς ὑπὲρ τοίχων καταβήσεται, ὁππότʼ ἐπείγῃ</l><l n="383">ἲς ἀνέμου· ἣ γάρ τε μάλιστά γε κύματʼ ὀφέλλει·</l><l n="384">ὣς Τρῶες μεγάλῃ ἰαχῇ κατὰ τεῖχος ἔβαινον,</l><l n="385">ἵππους δʼ εἰσελάσαντες ἐπὶ πρύμνῃσι μάχοντο</l><l n="386">ἔγχεσιν ἀμφιγύοις αὐτοσχεδόν, οἳ μὲν ἀφʼ ἵππων,</l><l n="387">οἳ δʼ ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάντες</l><l n="388">μακροῖσι ξυστοῖσι, τά ῥά σφʼ ἐπὶ νηυσὶν ἔκειτο</l><l n="389">ναύμαχα κολλήεντα, κατὰ στόμα εἱμένα χαλκῷ.</l><l n="390"><milestone ed="P" unit="para"/>Πάτροκλος δʼ εἷος μὲν Ἀχαιοί τε Τρῶές τε</l><l n="391">τείχεος ἀμφεμάχοντο θοάων ἔκτοθι νηῶν,</l><l n="392">τόφρʼ ὅ γʼ ἐνὶ κλισίῃ ἀγαπήνορος Εὐρυπύλοιο</l><l n="393">ἧστό τε καὶ τὸν ἔτερπε λόγοις, ἐπὶ δʼ ἕλκεϊ λυγρῷ</l><l n="394">φάρμακʼ ἀκέσματʼ ἔπασσε μελαινάων ὀδυνάων.</l><l n="395">αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησε</l><l n="396">Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,</l><l n="397">ᾤμωξέν τʼ ἄρʼ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ</l><l n="398">χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·</l></div></div></body></text></TEI>