χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος· Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα· Ζεῦ πάτερ εἴ ποτέ τίς τοι ἐν Ἄργεΐ περ πολυπύρῳ ἢ βοὸς ἢ οἰὸς κατὰ πίονα μηρία καίων εὔχετο νοστῆσαι, σὺ δʼ ὑπέσχεο καὶ κατένευσας, τῶν μνῆσαι καὶ ἄμυνον Ὀλύμπιε νηλεὲς ἦμαρ, μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς. ὣς ἔφατʼ εὐχόμενος, μέγα δʼ ἔκτυπε μητίετα Ζεύς, ἀράων ἀΐων Νηληϊάδαο γέροντος. Τρῶες δʼ ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο, μᾶλλον ἐπʼ Ἀργείοισι θόρον, μνήσαντο δὲ χάρμης. οἳ δʼ ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιο νηὸς ὑπὲρ τοίχων καταβήσεται, ὁππότʼ ἐπείγῃ ἲς ἀνέμου· ἣ γάρ τε μάλιστά γε κύματʼ ὀφέλλει· ὣς Τρῶες μεγάλῃ ἰαχῇ κατὰ τεῖχος ἔβαινον, ἵππους δʼ εἰσελάσαντες ἐπὶ πρύμνῃσι μάχοντο ἔγχεσιν ἀμφιγύοις αὐτοσχεδόν, οἳ μὲν ἀφʼ ἵππων, οἳ δʼ ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάντες μακροῖσι ξυστοῖσι, τά ῥά σφʼ ἐπὶ νηυσὶν ἔκειτο ναύμαχα κολλήεντα, κατὰ στόμα εἱμένα χαλκῷ. Πάτροκλος δʼ εἷος μὲν Ἀχαιοί τε Τρῶές τε τείχεος ἀμφεμάχοντο θοάων ἔκτοθι νηῶν, τόφρʼ ὅ γʼ ἐνὶ κλισίῃ ἀγαπήνορος Εὐρυπύλοιο ἧστό τε καὶ τὸν ἔτερπε λόγοις, ἐπὶ δʼ ἕλκεϊ λυγρῷ φάρμακʼ ἀκέσματʼ ἔπασσε μελαινάων ὀδυνάων. αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησε Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε, ᾤμωξέν τʼ ἄρʼ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα· Εὐρύπυλʼ οὐκ ἔτι τοι δύναμαι χατέοντί περʼ ἔμπης ἐνθάδε παρμενέμεν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν· ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω, αὐτὰρ ἔγωγε σπεύσομαι εἰς Ἀχιλῆα, ἵνʼ ὀτρύνω πολεμίζειν. τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου. τὸν μὲν ἄρʼ ὣς εἰπόντα πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ Τρῶας ἐπερχομένους μένον ἔμπεδον, οὐδʼ ἐδύναντο παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν· οὐδέ ποτε Τρῶες Δαναῶν ἐδύναντο φάλαγγας ῥηξάμενοι κλισίῃσι μιγήμεναι ἠδὲ νέεσσιν. ἀλλʼ ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥά τε πάσης εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης, ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε· ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο νέεσσιν, Ἕκτωρ δʼ ἄντʼ Αἴαντος ἐείσατο κυδαλίμοιο. τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον, οὐδὲ δύναντο οὔθʼ ὃ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆα οὔθʼ ὃ τὸν ἂψ ὤσασθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων. ἔνθʼ υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αἴας πῦρ ἐς νῆα φέροντα κατὰ στῆθος βάλε δουρί. δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ ἔκπεσε χειρός. Ἕκτωρ δʼ ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσιν ἐν κονίῃσι πεσόντα νεὸς προπάροιθε μελαίνης, Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·