χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος· Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα· Ζεῦ πάτερ εἴ ποτέ τίς τοι ἐν Ἄργεΐ περ πολυπύρῳ ἢ βοὸς ἢ οἰὸς κατὰ πίονα μηρία καίων εὔχετο νοστῆσαι, σὺ δʼ ὑπέσχεο καὶ κατένευσας, τῶν μνῆσαι καὶ ἄμυνον Ὀλύμπιε νηλεὲς ἦμαρ, μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.