ὅς τʼ ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσιν ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων. ὥς ῥα σὺ ἤϊε Φοῖβε πολὺν κάματον καὶ ὀϊζὺν σύγχεας Ἀργείων, αὐτοῖσι δὲ φύζαν ἐνῶρσας. ὣς οἳ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντες, ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος· Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·