<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><l n="352"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν μάστιγι κατωμαδὸν ἤλασεν ἵππους</l><l n="353">κεκλόμενος Τρώεσσι κατὰ στίχας· οἳ δὲ σὺν αὐτῷ</l><l n="354">πάντες ὁμοκλήσαντες ἔχον ἐρυσάρματας ἵππους</l><l n="355">ἠχῇ θεσπεσίῃ· προπάροιθε δὲ Φοῖβος Ἀπόλλων</l><l n="356">ῥεῖʼ ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπων</l><l n="357">ἐς μέσσον κατέβαλλε, γεφύρωσεν δὲ κέλευθον</l><l n="358">μακρὴν ἠδʼ εὐρεῖαν, ὅσον τʼ ἐπὶ δουρὸς ἐρωὴ</l><l n="359">γίγνεται, ὁππότʼ ἀνὴρ σθένεος πειρώμενος ᾗσι.</l><l n="360">τῇ ῥʼ οἵ γε προχέοντο φαλαγγηδόν, πρὸ δʼ Ἀπόλλων</l><l n="361">αἰγίδʼ ἔχων ἐρίτιμον· ἔρειπε δὲ τεῖχος Ἀχαιῶν</l><l n="362">ῥεῖα μάλʼ, ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης,</l><l n="363">ὅς τʼ ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσιν</l><l n="364">ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων.</l><l n="365">ὥς ῥα σὺ ἤϊε Φοῖβε πολὺν κάματον καὶ ὀϊζὺν</l><l n="366">σύγχεας Ἀργείων, αὐτοῖσι δὲ φύζαν ἐνῶρσας.</l><l n="367"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντες,</l><l n="368">ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι</l><l n="369">χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος·</l><l n="370">Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν</l><l n="371">εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·</l><q><l n="372">Ζεῦ πάτερ εἴ ποτέ τίς τοι ἐν Ἄργεΐ περ πολυπύρῳ</l><l n="373">ἢ βοὸς ἢ οἰὸς κατὰ πίονα μηρία καίων</l><l n="374">εὔχετο νοστῆσαι, σὺ δʼ ὑπέσχεο καὶ κατένευσας,</l><l n="375">τῶν μνῆσαι καὶ ἄμυνον Ὀλύμπιε νηλεὲς ἦμαρ,</l><l n="376">μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.</l></q><l n="377"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος, μέγα δʼ ἔκτυπε μητίετα Ζεύς,</l><l n="378">ἀράων ἀΐων Νηληϊάδαο γέροντος.</l><milestone ed="p" n="379" unit="card"/><l n="379"><milestone ed="P" unit="para"/>Τρῶες δʼ ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο,</l><l n="380">μᾶλλον ἐπʼ Ἀργείοισι θόρον, μνήσαντο δὲ χάρμης.</l><l n="381">οἳ δʼ ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιο</l><l n="382">νηὸς ὑπὲρ τοίχων καταβήσεται, ὁππότʼ ἐπείγῃ</l><l n="383">ἲς ἀνέμου· ἣ γάρ τε μάλιστά γε κύματʼ ὀφέλλει·</l><l n="384">ὣς Τρῶες μεγάλῃ ἰαχῇ κατὰ τεῖχος ἔβαινον,</l><l n="385">ἵππους δʼ εἰσελάσαντες ἐπὶ πρύμνῃσι μάχοντο</l><l n="386">ἔγχεσιν ἀμφιγύοις αὐτοσχεδόν, οἳ μὲν ἀφʼ ἵππων,</l><l n="387">οἳ δʼ ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάντες</l><l n="388">μακροῖσι ξυστοῖσι, τά ῥά σφʼ ἐπὶ νηυσὶν ἔκειτο</l><l n="389">ναύμαχα κολλήεντα, κατὰ στόμα εἱμένα χαλκῷ.</l><l n="390"><milestone ed="P" unit="para"/>Πάτροκλος δʼ εἷος μὲν Ἀχαιοί τε Τρῶές τε</l><l n="391">τείχεος ἀμφεμάχοντο θοάων ἔκτοθι νηῶν,</l><l n="392">τόφρʼ ὅ γʼ ἐνὶ κλισίῃ ἀγαπήνορος Εὐρυπύλοιο</l><l n="393">ἧστό τε καὶ τὸν ἔτερπε λόγοις, ἐπὶ δʼ ἕλκεϊ λυγρῷ</l><l n="394">φάρμακʼ ἀκέσματʼ ἔπασσε μελαινάων ὀδυνάων.</l><l n="395">αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησε</l><l n="396">Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,</l><l n="397">ᾤμωξέν τʼ ἄρʼ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ</l><l n="398">χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·</l><q><l n="399">Εὐρύπυλʼ οὐκ ἔτι τοι δύναμαι χατέοντί περʼ ἔμπης</l><l n="400">ἐνθάδε παρμενέμεν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν·</l><l n="401">ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω, αὐτὰρ ἔγωγε</l><l n="402">σπεύσομαι εἰς Ἀχιλῆα, ἵνʼ ὀτρύνω πολεμίζειν.</l><l n="403">τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω</l><l n="404">παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.</l><milestone ed="p" n="405" unit="card"/></q><l n="405"><milestone ed="P" unit="para"/>τὸν μὲν ἄρʼ ὣς εἰπόντα πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ</l><l n="406">Τρῶας ἐπερχομένους μένον ἔμπεδον, οὐδʼ ἐδύναντο</l><l n="407">παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν·</l><l n="408">οὐδέ ποτε Τρῶες Δαναῶν ἐδύναντο φάλαγγας</l><l n="409">ῥηξάμενοι κλισίῃσι μιγήμεναι ἠδὲ νέεσσιν.</l><l n="410">ἀλλʼ ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει</l><l n="411">τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥά τε πάσης</l><l n="412">εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης,</l><l n="413">ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε·</l><l n="414">ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο νέεσσιν,</l><l n="415">Ἕκτωρ δʼ ἄντʼ Αἴαντος ἐείσατο κυδαλίμοιο.</l><l n="416">τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον, οὐδὲ δύναντο</l><l n="417">οὔθʼ ὃ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆα</l><l n="418">οὔθʼ ὃ τὸν ἂψ ὤσασθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων.</l><l n="419">ἔνθʼ υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αἴας</l><l n="420">πῦρ ἐς νῆα φέροντα κατὰ στῆθος βάλε δουρί.</l><l n="421">δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ ἔκπεσε χειρός.</l><l n="422">Ἕκτωρ δʼ ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσιν</l><l n="423">ἐν κονίῃσι πεσόντα νεὸς προπάροιθε μελαίνης,</l><l n="424">Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="425">Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ</l><l n="426">μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε,</l><l n="427">ἀλλʼ υἷα Κλυτίοιο σαώσατε, μή μιν Ἀχαιοὶ</l><l n="428">τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.</l></q><l n="429"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ.</l><l n="430">τοῦ μὲν ἅμαρθʼ, ὃ δʼ ἔπειτα Λυκόφρονα Μάστορος υἱὸν</l><l n="431">Αἴαντος θεράποντα Κυθήριον, ὅς ῥα παρʼ αὐτῷ</l><l n="432">ναῖʼ, ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι,</l><l n="433">τόν ῥʼ ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῷ</l><l n="434">ἑσταότʼ ἄγχʼ Αἴαντος· ὃ δʼ ὕπτιος ἐν κονίῃσι</l><l n="435">νηὸς ἄπο πρυμνῆς χαμάδις πέσε, λύντο δὲ γυῖα.</l><l n="436">Αἴας δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·</l><q><l n="437">Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος</l><l n="438">Μαστορίδης, ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόντα</l><l n="439">ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι·</l><l n="440">τὸν δʼ Ἕκτωρ μεγάθυμος ἀπέκτανε. ποῦ νύ τοι ἰοὶ</l><l n="441">ὠκύμοροι καὶ τόξον ὅ τοι πόρε Φοῖβος Ἀπόλλων;</l><milestone ed="p" n="442" unit="card"/></q><l n="442"><milestone ed="P" unit="para"/>ὣς φάθʼ, ὃ δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη,</l><l n="443">τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην</l><l n="444">ἰοδόκον· μάλα δʼ ὦκα βέλεα Τρώεσσιν ἐφίει.</l><l n="445">καί ῥʼ ἔβαλε Κλεῖτον Πεισήνορος ἀγλαὸν υἱὸν</l><l n="446">Πουλυδάμαντος ἑταῖρον ἀγαυοῦ Πανθοΐδαο</l><l n="447">ἡνία χερσὶν ἔχοντα· ὃ μὲν πεπόνητο καθʼ ἵππους·</l><l n="448">τῇ γὰρ ἔχʼ ᾗ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες</l><l n="449">Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δʼ αὐτῷ</l><l n="450">ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.</l><l n="451">αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός·</l><l n="452">ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι</l><l n="453">κείνʼ ὄχεα κροτέοντες. ἄναξ δʼ ἐνόησε τάχιστα</l><l n="454">Πουλυδάμας, καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων.</l><l n="455">τοὺς μὲν ὅ γʼ Ἀστυνόῳ Προτιάονος υἱέϊ δῶκε,</l><l n="456">πολλὰ δʼ ἐπότρυνε σχεδὸν ἴσχειν εἰσορόωντα</l><l n="457">ἵππους· αὐτὸς δʼ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.</l><l n="458"><milestone ed="P" unit="para"/>Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἐφʼ Ἕκτορι χαλκοκορυστῇ</l><l n="459">αἴνυτο, καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν,</l><l n="460">εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν.</l><l n="461">ἀλλʼ οὐ λῆθε Διὸς πυκινὸν νόον, ὅς ῥʼ ἐφύλασσεν</l><l n="462">Ἕκτορʼ, ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα,</l><l n="463">ὅς οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξῳ</l><l n="464">ῥῆξʼ ἐπὶ τῷ ἐρύοντι· παρεπλάγχθη δέ οἱ ἄλλῃ</l><l n="465">ἰὸς χαλκοβαρής, τόξον δέ οἱ ἔκπεσε χειρός.</l><l n="466">Τεῦκρος δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·</l><q><l n="467">ὢ πόποι ἦ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει</l><l n="468">δαίμων ἡμετέρης, ὅ τέ μοι βιὸν ἔκβαλε χειρός,</l><l n="469">νευρὴν δʼ ἐξέρρηξε νεόστροφον, ἣν ἐνέδησα</l><l n="470">πρώϊον, ὄφρʼ ἀνέχοιτο θαμὰ θρῴσκοντας ὀϊστούς.</l></q><l n="471"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας·</l><q><l n="472">ὦ πέπον ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺς</l><l n="473">κεῖσθαι, ἐπεὶ συνέχευε θεὸς Δαναοῖσι μεγήρας·</l><l n="474">αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ καὶ σάκος ὤμῳ</l><l n="475">μάρναό τε Τρώεσσι καὶ ἄλλους ὄρνυθι λαούς.</l><l n="476">μὴ μὰν ἀσπουδί γε δαμασσάμενοί περ ἕλοιεν</l><l n="477">νῆας ἐϋσσέλμους, ἀλλὰ μνησώμεθα χάρμης.</l><milestone ed="p" n="478" unit="card"/></q><l n="478"><milestone ed="P" unit="para"/>ὣς φάθʼ, ὃ δὲ τόξον μὲν ἐνὶ κλισίῃσιν ἔθηκεν,</l><l n="479">αὐτὰρ ὅ γʼ ἀμφʼ ὤμοισι σάκος θέτο τετραθέλυμνον,</l><l n="480">κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν</l><l n="481">ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν·</l><l n="482">εἵλετο δʼ ἄλκιμον ἔγχος ἀκαχμένον ὀξέϊ χαλκῷ,</l><l n="483">βῆ δʼ ἰέναι, μάλα δʼ ὦκα θέων Αἴαντι παρέστη.</l><l n="484"><milestone ed="P" unit="para"/>Ἕκτωρ δʼ ὡς εἶδεν Τεύκρου βλαφθέντα βέλεμνα,</l><l n="485">Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="486">Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ</l><l n="487">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς</l><l n="488">νῆας ἀνὰ γλαφυράς· δὴ γὰρ ἴδον ὀφθαλμοῖσιν</l><l n="489">ἀνδρὸς ἀριστῆος Διόθεν βλαφθέντα βέλεμνα.</l><l n="490">ῥεῖα δʼ ἀρίγνωτος Διὸς ἀνδράσι γίγνεται ἀλκή,</l><l n="491">ἠμὲν ὁτέοισιν κῦδος ὑπέρτερον ἐγγυαλίξῃ,</l><l n="492">ἠδʼ ὅτινας μινύθῃ τε καὶ οὐκ ἐθέλῃσιν ἀμύνειν,</l><l n="493">ὡς νῦν Ἀργείων μινύθει μένος, ἄμμι δʼ ἀρήγει.</l><l n="494">ἀλλὰ μάχεσθʼ ἐπὶ νηυσὶν ἀολλέες· ὃς δέ κεν ὑμέων</l><l n="495">βλήμενος ἠὲ τυπεὶς θάνατον καὶ πότμον ἐπίσπῃ</l><l n="496">τεθνάτω· οὔ οἱ ἀεικὲς ἀμυνομένῳ περὶ πάτρης</l><l n="497">τεθνάμεν· ἀλλʼ ἄλοχός τε σόη καὶ παῖδες ὀπίσσω,</l><l n="498">καὶ οἶκος καὶ κλῆρος ἀκήρατος, εἴ κεν Ἀχαιοὶ</l><l n="499">οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν.</l></q><l n="500"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="501">Αἴας δʼ αὖθʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν·</l><q><l n="502">αἰδὼς Ἀργεῖοι· νῦν ἄρκιον ἢ ἀπολέσθαι</l><l n="503">ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν.</l><l n="504">ἦ ἔλπεσθʼ ἢν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ</l><l n="505">ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος;</l><l n="506">ἦ οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπαντα</l><l n="507">Ἕκτορος, ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει;</l><l n="508">οὐ μὰν ἔς γε χορὸν κέλετʼ ἐλθέμεν, ἀλλὰ μάχεσθαι.</l><l n="509">ἡμῖν δʼ οὔ τις τοῦδε νόος καὶ μῆτις ἀμείνων</l><l n="510">ἢ αὐτοσχεδίῃ μῖξαι χεῖράς τε μένος τε.</l><l n="511">βέλτερον ἢ ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι</l><l n="512">ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι</l><l n="513">ὧδʼ αὔτως παρὰ νηυσὶν ὑπʼ ἀνδράσι χειροτέροισιν.</l><milestone ed="p" n="514" unit="card"/></q><l n="514"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="515">ἔνθʼ Ἕκτωρ μὲν ἕλε Σχεδίον Περιμήδεος υἱὸν</l><l n="516">ἀρχὸν Φωκήων, Αἴας δʼ ἕλε Λαοδάμαντα</l><l n="517">ἡγεμόνα πρυλέων Ἀντήνορος ἀγλαὸν υἱόν·</l><l n="518">Πουλυδάμας δʼ Ὦτον Κυλλήνιον ἐξενάριξε</l><l n="519">Φυλεΐδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν.</l><l n="520">τῷ δὲ Μέγης ἐπόρουσεν ἰδών· ὃ δʼ ὕπαιθα λιάσθη</l><l n="521">Πουλυδάμας· καὶ τοῦ μὲν ἀπήμβροτεν· οὐ γὰρ Ἀπόλλων</l><l n="522">εἴα Πάνθου υἱὸν ἐνὶ προμάχοισι δαμῆναι·</l><l n="523">αὐτὰρ ὅ γε Κροίσμου στῆθος μέσον οὔτασε δουρί.</l><l n="524">δούπησεν δὲ πεσών· ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα.</l><l n="525">τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ αἰχμῆς ἐῢ εἰδὼς</l><l n="526">Λαμπετίδης, ὃν Λάμπος ἐγείνατο φέρτατον υἱὸν</l><l n="527">Λαομεδοντιάδης εὖ εἰδότα θούριδος ἀλκῆς,</l><l n="528">ὃς τότε Φυλεΐδαο μέσον σάκος οὔτασε δουρὶ</l><l n="529">ἐγγύθεν ὁρμηθείς· πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ,</l><l n="530">τόν ῥʼ ἐφόρει γυάλοισιν ἀρηρότα· τόν ποτε Φυλεὺς</l><l n="531">ἤγαγεν ἐξ Ἐφύρης, ποταμοῦ ἄπο Σελλήεντος.</l><l n="532">ξεῖνος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρῶν Εὐφήτης</l><l n="533">ἐς πόλεμον φορέειν δηΐων ἀνδρῶν ἀλεωρήν·</l><l n="534">ὅς οἱ καὶ τότε παιδὸς ἀπὸ χροὸς ἤρκεσʼ ὄλεθρον.</l><l n="535">τοῦ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείης</l><l n="536">κύμβαχον ἀκρότατον νύξʼ ἔγχεϊ ὀξυόεντι,</l><l n="537">ῥῆξε δʼ ἀφʼ ἵππειον λόφον αὐτοῦ· πᾶς δὲ χαμᾶζε</l><l n="538">κάππεσεν ἐν κονίῃσι νέον φοίνικι φαεινός.</l><l n="539">εἷος ὃ τῷ πολέμιζε μένων, ἔτι δʼ ἔλπετο νίκην,</l><l n="540">τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἦλθεν ἀμύντωρ,</l><l n="541">στῆ δʼ εὐρὰξ σὺν δουρὶ λαθών, βάλε δʼ ὦμον ὄπισθεν·</l><l n="542">αἰχμὴ δὲ στέρνοιο διέσσυτο μαιμώωσα</l><l n="543">πρόσσω ἱεμένη· ὃ δʼ ἄρα πρηνὴς ἐλιάσθη.</l><l n="544">τὼ μὲν ἐεισάσθην χαλκήρεα τεύχεʼ ἀπʼ ὤμων</l><l n="545">συλήσειν· Ἕκτωρ δὲ κασιγνήτοισι κέλευσε</l><l n="546">πᾶσι μάλα, πρῶτον δʼ Ἱκεταονίδην ἐνένιπεν</l><l n="547">ἴφθιμον Μελάνιππον. ὃ δʼ ὄφρα μὲν εἰλίποδας βοῦς</l><l n="548">βόσκʼ ἐν Περκώτῃ δηΐων ἀπὸ νόσφιν ἐόντων·</l><l n="549">αὐτὰρ ἐπεὶ Δαναῶν νέες ἤλυθον ἀμφιέλισσαι,</l><l n="550">ἂψ εἰς Ἴλιον ἦλθε, μετέπρεπε δὲ Τρώεσσι,</l><l n="551">ναῖε δὲ πὰρ Πριάμῳ, ὃ δέ μιν τίεν ἶσα τέκεσσι·</l><l n="552">τόν ῥʼ Ἕκτωρ ἐνένιπεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q><l n="553">οὕτω δὴ Μελάνιππε μεθήσομεν; οὐδέ νυ σοί περ</l><l n="554">ἐντρέπεται φίλον ἦτορ ἀνεψιοῦ κταμένοιο;</l><l n="555">οὐχ ὁράᾳς οἷον Δόλοπος περὶ τεύχεʼ ἕπουσιν;</l><l n="556">ἀλλʼ ἕπευ· οὐ γὰρ ἔτʼ ἔστιν ἀποσταδὸν Ἀργείοισι</l><l n="557">μάρνασθαι, πρίν γʼ ἠὲ κατακτάμεν ἠὲ κατʼ ἄκρης</l><l n="558">Ἴλιον αἰπεινὴν ἑλέειν κτάσθαι τε πολίτας.</l><milestone ed="p" n="559" unit="card"/></q><l n="559"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὃ μὲν ἦρχʼ, ὃ δʼ ἅμʼ ἕσπετο ἰσόθεος φώς·</l><l n="560">Ἀργείους δʼ ὄτρυνε μέγας Τελαμώνιος Αἴας·</l><q><l n="561">ὦ φίλοι ἀνέρες ἔστε, καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷ,</l><l n="562">ἀλλήλους τʼ αἰδεῖσθε κατὰ κρατερὰς ὑσμίνας.</l><l n="563">αἰδομένων δʼ ἀνδρῶν πλέονες σόοι ἠὲ πέφανται·</l><l n="564">φευγόντων δʼ οὔτʼ ἂρ κλέος ὄρνυται οὔτέ τις ἀλκή.</l></q><l n="565"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον,</l><l n="566">ἐν θυμῷ δʼ ἐβάλοντο ἔπος, φράξαντο δὲ νῆας</l><l n="567">ἕρκεϊ χαλκείῳ· ἐπὶ δὲ Ζεὺς Τρῶας ἔγειρεν.</l><l n="568">Ἀντίλοχον δʼ ὄτρυνε βοὴν ἀγαθὸς Μενέλαος·</l><q><l n="569">Ἀντίλοχʼ οὔ τις σεῖο νεώτερος ἄλλος Ἀχαιῶν,</l><l n="570">οὔτε ποσὶν θάσσων οὔτʼ ἄλκιμος ὡς σὺ μάχεσθαι·</l><l n="571">εἴ τινά που Τρώων ἐξάλμενος ἄνδρα βάλοισθα.</l></q><l n="572"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὃ μὲν αὖτις ἀπέσσυτο, τὸν δʼ ὀρόθυνεν·</l><l n="573">ἐκ δʼ ἔθορε προμάχων, καὶ ἀκόντισε δουρὶ φαεινῷ</l><l n="574">ἀμφὶ ἓ παπτήνας· ὑπὸ δὲ Τρῶες κεκάδοντο</l><l n="575">ἀνδρὸς ἀκοντίσσαντος· ὃ δʼ οὐχ ἅλιον βέλος ἧκεν,</l><l n="576">ἀλλʼ Ἱκετάονος υἱὸν ὑπέρθυμον Μελάνιππον</l><l n="577">νισόμενον πόλεμον δὲ βάλε στῆθος παρὰ μαζόν.</l><l n="578">δούπησεν δὲ πεσών, τὸν δὲ σκότος ὄσσε κάλυψεν.</l><l n="579">Ἀντίλοχος δʼ ἐπόρουσε κύων ὥς, ὅς τʼ ἐπὶ νεβρῷ</l><l n="580">βλημένῳ ἀΐξῃ, τόν τʼ ἐξ εὐνῆφι θορόντα</l><l n="581">θηρητὴρ ἐτύχησε βαλών, ὑπέλυσε δὲ γυῖα·</l><l n="582">ὣς ἐπὶ σοὶ Μελάνιππε θόρʼ Ἀντίλοχος μενεχάρμης</l><l n="583">τεύχεα συλήσων· ἀλλʼ οὐ λάθεν Ἕκτορα δῖον,</l><l n="584">ὅς ῥά οἱ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα.</l><l n="585">Ἀντίλοχος δʼ οὐ μεῖνε θοός περ ἐὼν πολεμιστής,</l><l n="586">ἀλλʼ ὅ γʼ ἄρʼ ἔτρεσε θηρὶ κακὸν ῥέξαντι ἐοικώς,</l><l n="587">ὅς τε κύνα κτείνας ἢ βουκόλον ἀμφὶ βόεσσι</l><l n="588">φεύγει πρίν περ ὅμιλον ἀολλισθήμεναι ἀνδρῶν·</l><l n="589">ὣς τρέσε Νεστορίδης, ἐπὶ δὲ Τρῶές τε καὶ Ἕκτωρ</l><l n="590">ἠχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο·</l><l n="591">στῆ δὲ μεταστρεφθείς, ἐπεὶ ἵκετο ἔθνος ἑταίρων.</l><milestone ed="p" n="592" unit="card"/><l n="592"><milestone ed="P" unit="para"/>Τρῶες δὲ λείουσιν ἐοικότες ὠμοφάγοισι</l><l n="593">νηυσὶν ἐπεσσεύοντο, Διὸς δʼ ἐτέλειον ἐφετμάς,</l><l n="594">ὅ σφισιν αἰὲν ἔγειρε μένος μέγα, θέλγε δὲ θυμὸν</l><l n="595">Ἀργείων καὶ κῦδος ἀπαίνυτο, τοὺς δʼ ὀρόθυνεν.</l><l n="596">Ἕκτορι γάρ οἱ θυμὸς ἐβούλετο κῦδος ὀρέξαι</l><l n="597">Πριαμίδῃ, ἵνα νηυσὶ κορωνίσι θεσπιδαὲς πῦρ</l><l n="598">ἐμβάλοι ἀκάματον, Θέτιδος δʼ ἐξαίσιον ἀρὴν</l><l n="599">πᾶσαν ἐπικρήνειε· τὸ γὰρ μένε μητίετα Ζεὺς</l><l n="600">νηὸς καιομένης σέλας ὀφθαλμοῖσιν ἰδέσθαι.</l><l n="601">ἐκ γὰρ δὴ τοῦ μέλλε παλίωξιν παρὰ νηῶν</l><l n="602">θησέμεναι Τρώων, Δαναοῖσι δὲ κῦδος ὀρέξειν.</l><l n="603">τὰ φρονέων νήεσσιν ἔπι γλαφυρῇσιν ἔγειρεν</l><l n="604">Ἕκτορα Πριαμίδην μάλα περ μεμαῶτα καὶ αὐτόν.</l><l n="605">μαίνετο δʼ ὡς ὅτʼ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ</l><l n="606">οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης·</l><l n="607">ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο, τὼ δέ οἱ ὄσσε</l><l n="608">λαμπέσθην βλοσυρῇσιν ὑπʼ ὀφρύσιν, ἀμφὶ δὲ πήληξ</l><l n="609">σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο</l><l n="610">Ἕκτορος· αὐτὸς γάρ οἱ ἀπʼ αἰθέρος ἦεν ἀμύντωρ</l><l n="611">Ζεύς, ὅς μιν πλεόνεσσι μετʼ ἀνδράσι μοῦνον ἐόντα</l><l n="612">τίμα καὶ κύδαινε. μινυνθάδιος γὰρ ἔμελλεν</l><l n="613">ἔσσεσθʼ· ἤδη γάρ οἱ ἐπόρνυε μόρσιμον ἦμαρ</l><l n="614">Παλλὰς Ἀθηναίη ὑπὸ Πηλεΐδαο βίηφιν.</l><l n="615">καί ῥʼ ἔθελεν ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων,</l><l n="616">ᾗ δὴ πλεῖστον ὅμιλον ὅρα καὶ τεύχεʼ ἄριστα·</l><l n="617">ἀλλʼ οὐδʼ ὧς δύνατο ῥῆξαι μάλα περ μενεαίνων·</l><l n="618">ἴσχον γὰρ πυργηδὸν ἀρηρότες, ἠΰτε πέτρη</l><l n="619">ἠλίβατος μεγάλη πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα,</l><l n="620">ἥ τε μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα</l><l n="621">κύματά τε τροφόεντα, τά τε προσερεύγεται αὐτήν·</l><l n="622">ὣς Δαναοὶ Τρῶας μένον ἔμπεδον οὐδὲ φέβοντο.</l><l n="623">αὐτὰρ ὃ λαμπόμενος πυρὶ πάντοθεν ἔνθορʼ ὁμίλῳ,</l><l n="624">ἐν δʼ ἔπεσʼ ὡς ὅτε κῦμα θοῇ ἐν νηῒ πέσῃσι</l><l n="625">λάβρον ὑπαὶ νεφέων ἀνεμοτρεφές· ἣ δέ τε πᾶσα</l><l n="626">ἄχνῃ ὑπεκρύφθη, ἀνέμοιο δὲ δεινὸς ἀήτη</l><l n="627">ἱστίῳ ἐμβρέμεται, τρομέουσι δέ τε φρένα ναῦται</l><l n="628">δειδιότες· τυτθὸν γὰρ ὑπʼ ἐκ θανάτοιο φέρονται·</l><l n="629">ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.</l><l n="630">αὐτὰρ ὅ γʼ ὥς τε λέων ὀλοόφρων βουσὶν ἐπελθών,</l><l n="631">αἵ ῥά τʼ ἐν εἱαμενῇ ἕλεος μεγάλοιο νέμονται</l><l n="632">μυρίαι, ἐν δέ τε τῇσι νομεὺς οὔ πω σάφα εἰδὼς</l><l n="633">θηρὶ μαχέσσασθαι ἕλικος βοὸς ἀμφὶ φονῇσιν·</l><l n="634">ἤτοι ὃ μὲν πρώτῃσι καὶ ὑστατίῃσι βόεσσιν</l><l n="635">αἰὲν ὁμοστιχάει, ὃ δέ τʼ ἐν μέσσῃσιν ὀρούσας</l><l n="636">βοῦν ἔδει, αἳ δέ τε πᾶσαι ὑπέτρεσαν· ὣς τότʼ Ἀχαιοὶ</l><l n="637">θεσπεσίως ἐφόβηθεν ὑφʼ Ἕκτορι καὶ Διὶ πατρὶ</l><l n="638">πάντες, ὃ δʼ οἶον ἔπεφνε Μυκηναῖον Περιφήτην,</l><l n="639">Κοπρῆος φίλον υἱόν, ὃς Εὐρυσθῆος ἄνακτος</l><l n="640">ἀγγελίης οἴχνεσκε βίῃ Ἡρακληείῃ.</l><l n="641">τοῦ γένετʼ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων</l><l n="642">παντοίας ἀρετάς, ἠμὲν πόδας ἠδὲ μάχεσθαι,</l><l n="643">καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο·</l><l n="644">ὅς ῥα τόθʼ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξε.</l><l n="645">στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι πάλτο,</l><l n="646">τὴν αὐτὸς φορέεσκε ποδηνεκέʼ ἕρκος ἀκόντων·</l><l n="647">τῇ ὅ γʼ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος, ἀμφὶ δὲ πήληξ</l><l n="648">σμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντος.</l><l n="649">Ἕκτωρ δʼ ὀξὺ νόησε, θέων δέ οἱ ἄγχι παρέστη,</l><l n="650">στήθεϊ δʼ ἐν δόρυ πῆξε, φίλων δέ μιν ἐγγὺς ἑταίρων</l><l n="651">κτεῖνʼ· οἳ δʼ οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρου</l><l n="652">χραισμεῖν· αὐτοὶ γὰρ μάλα δείδισαν Ἕκτορα δῖον.</l><milestone ed="p" n="653" unit="card"/><l n="653"><milestone ed="P" unit="para"/>εἰσωποὶ δʼ ἐγένοντο νεῶν, περὶ δʼ ἔσχεθον ἄκραι</l><l n="654">νῆες ὅσαι πρῶται εἰρύατο· τοὶ δʼ ἐπέχυντο.</l><l n="655">Ἀργεῖοι δὲ νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ</l><l n="656">τῶν πρωτέων, αὐτοῦ δὲ παρὰ κλισίῃσιν ἔμειναν</l><l n="657">ἁθρόοι, οὐδὲ κέδασθεν ἀνὰ στρατόν· ἴσχε γὰρ αἰδὼς</l><l n="658">καὶ δέος· ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι.</l><l n="659">Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν</l><l n="660">λίσσεθʼ ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον·</l><q><l n="661">ὦ φίλοι ἀνέρες ἔστε καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷ</l><l n="662">ἄλλων ἀνθρώπων, ἐπὶ δὲ μνήσασθε ἕκαστος</l><l n="663">παίδων ἠδʼ ἀλόχων καὶ κτήσιος ἠδὲ τοκήων,</l><l n="664">ἠμὲν ὅτεῳ ζώουσι καὶ ᾧ κατατεθνήκασι·</l><l n="665">τῶν ὕπερ ἐνθάδʼ ἐγὼ γουνάζομαι οὐ παρεόντων</l><l n="666">ἑστάμεναι κρατερῶς, μὴ δὲ τρωπᾶσθε φόβον δέ.</l></q><l n="667"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.</l><l n="668">τοῖσι δʼ ἀπʼ ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν Ἀθήνη</l><l n="669">θεσπέσιον· μάλα δέ σφι φόως γένετʼ ἀμφοτέρωθεν</l><l n="670">ἠμὲν πρὸς νηῶν καὶ ὁμοιΐου πολέμοιο.</l><l n="671">Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους,</l><l n="672">ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν οὐδὲ μάχοντο,</l><l n="673">ἠδʼ ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν.</l><l n="674"><milestone ed="P" unit="para"/>οὐδʼ ἄρʼ ἔτʼ Αἴαντι μεγαλήτορι ἥνδανε θυμῷ</l><l n="675">ἑστάμεν ἔνθά περ ἄλλοι ἀφέστασαν υἷες Ἀχαιῶν·</l><l n="676">ἀλλʼ ὅ γε νηῶν ἴκριʼ ἐπῴχετο μακρὰ βιβάσθων,</l><l n="677">νώμα δὲ ξυστὸν μέγα ναύμαχον ἐν παλάμῃσι</l><l n="678">κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ.</l><l n="679">ὡς δʼ ὅτʼ ἀνὴρ ἵπποισι κελητίζειν ἐῢ εἰδώς,</l><l n="680">ὅς τʼ ἐπεὶ ἐκ πολέων πίσυρας συναείρεται ἵππους,</l><l n="681">σεύας ἐκ πεδίοιο μέγα προτὶ ἄστυ δίηται</l><l n="682">λαοφόρον καθʼ ὁδόν· πολέες τέ ἑ θηήσαντο</l><l n="683">ἀνέρες ἠδὲ γυναῖκες· ὃ δʼ ἔμπεδον ἀσφαλὲς αἰεὶ</l><l n="684">θρῴσκων ἄλλοτʼ ἐπʼ ἄλλον ἀμείβεται, οἳ δὲ πέτονται·</l><l n="685">ὣς Αἴας ἐπὶ πολλὰ θοάων ἴκρια νηῶν</l><l n="686">φοίτα μακρὰ βιβάς, φωνὴ δέ οἱ αἰθέρʼ ἵκανεν,</l><l n="687">αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε</l><l n="688">νηυσί τε καὶ κλισίῃσιν ἀμυνέμεν. οὐδὲ μὲν Ἕκτωρ</l><l n="689">μίμνεν ἐνὶ Τρώων ὁμάδῳ πύκα θωρηκτάων·</l><l n="690">ἀλλʼ ὥς τʼ ὀρνίθων πετεηνῶν αἰετὸς αἴθων</l><l n="691">ἔθνος ἐφορμᾶται ποταμὸν πάρα βοσκομενάων</l><l n="692">χηνῶν ἢ γεράνων ἢ κύκνων δουλιχοδείρων,</l><l n="693">ὣς Ἕκτωρ ἴθυσε νεὸς κυανοπρῴροιο</l><l n="694">ἀντίος ἀΐξας· τὸν δὲ Ζεὺς ὦσεν ὄπισθε</l><l n="695">χειρὶ μάλα μεγάλῃ, ὄτρυνε δὲ λαὸν ἅμʼ αὐτῷ.</l><milestone ed="p" n="696" unit="card"/><l n="696"><milestone ed="P" unit="para"/>αὖτις δὲ δριμεῖα μάχη παρὰ νηυσὶν ἐτύχθη·</l><l n="697">φαίης κʼ ἀκμῆτας καὶ ἀτειρέας ἀλλήλοισιν</l><l n="698">ἄντεσθʼ ἐν πολέμῳ, ὡς ἐσσυμένως ἐμάχοντο.</l><l n="699">τοῖσι δὲ μαρναμένοισιν ὅδʼ ἦν νόος· ἤτοι Ἀχαιοὶ</l><l n="700">οὐκ ἔφασαν φεύξεσθαι ὑπʼ ἐκ κακοῦ, ἀλλʼ ὀλέεσθαι,</l><l n="701">Τρωσὶν δʼ ἔλπετο θυμὸς ἐνὶ στήθεσσιν ἑκάστου</l><l n="702">νῆας ἐνιπρήσειν κτενέειν θʼ ἥρωας Ἀχαιούς.</l><l n="703">οἳ μὲν τὰ φρονέοντες ἐφέστασαν ἀλλήλοισιν·</l><l n="704">Ἕκτωρ δὲ πρυμνῆς νεὸς ἥψατο ποντοπόροιο</l><l n="705">καλῆς ὠκυάλου, ἣ Πρωτεσίλαον ἔνεικεν</l><l n="706">ἐς Τροίην, οὐδʼ αὖτις ἀπήγαγε πατρίδα γαῖαν.</l><l n="707">τοῦ περ δὴ περὶ νηὸς Ἀχαιοί τε Τρῶές τε</l><l n="708">δῄουν ἀλλήλους αὐτοσχεδόν· οὐδʼ ἄρα τοί γε</l><l n="709">τόξων ἀϊκὰς ἀμφὶς μένον οὐδʼ ἔτʼ ἀκόντων,</l><l n="710">ἀλλʼ οἵ γʼ ἐγγύθεν ἱστάμενοι ἕνα θυμὸν ἔχοντες</l><l n="711">ὀξέσι δὴ πελέκεσσι καὶ ἀξίνῃσι μάχοντο</l><l n="712">καὶ ξίφεσιν μεγάλοισι καὶ ἔγχεσιν ἀμφιγύοισι.</l><l n="713">πολλὰ δὲ φάσγανα καλὰ μελάνδετα κωπήεντα</l><l n="714">ἄλλα μὲν ἐκ χειρῶν χαμάδις πέσον, ἄλλα δʼ ἀπʼ ὤμων</l><l n="715">ἀνδρῶν μαρναμένων· ῥέε δʼ αἵματι γαῖα μέλαινα.</l><l n="716">Ἕκτωρ δὲ πρύμνηθεν ἐπεὶ λάβεν οὐχὶ μεθίει</l><l n="717">ἄφλαστον μετὰ χερσὶν ἔχων, Τρωσὶν δὲ κέλευεν·</l><q><l n="718">οἴσετε πῦρ, ἅμα δʼ αὐτοὶ ἀολλέες ὄρνυτʼ ἀϋτήν·</l><l n="719">νῦν ἡμῖν πάντων Ζεὺς ἄξιον ἦμαρ ἔδωκε</l><l n="720">νῆας ἑλεῖν, αἳ δεῦρο θεῶν ἀέκητι μολοῦσαι</l><l n="721">ἡμῖν πήματα πολλὰ θέσαν, κακότητι γερόντων,</l><l n="722">οἵ μʼ ἐθέλοντα μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσιν</l><l n="723">αὐτόν τʼ ἰσχανάασκον ἐρητύοντό τε λαόν·</l><l n="724">ἀλλʼ εἰ δή ῥα τότε βλάπτε φρένας εὐρύοπα Ζεὺς</l><l n="725">ἡμετέρας, νῦν αὐτὸς ἐποτρύνει καὶ ἀνώγει.</l></q><l n="726"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα μᾶλλον ἐπʼ Ἀργείοισιν ὄρουσαν.</l><l n="727">Αἴας δʼ οὐκέτʼ ἔμιμνε· βιάζετο γὰρ βελέεσσιν·</l><l n="728">ἀλλʼ ἀνεχάζετο τυτθόν, ὀϊόμενος θανέεσθαι</l><l n="729">θρῆνυν ἐφʼ ἑπταπόδην, λίπε δʼ ἴκρια νηὸς ἐΐσης.</l><l n="730">ἔνθʼ ἄρʼ ὅ γʼ ἑστήκει δεδοκημένος, ἔγχεϊ δʼ αἰεὶ</l><l n="731">Τρῶας ἄμυνε νεῶν, ὅς τις φέροι ἀκάματον πῦρ·</l><l n="732">αἰεὶ δὲ σμερδνὸν βοόων Δαναοῖσι κέλευε·</l><q><l n="733">ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος</l><l n="734">ἀνέρες ἔστε φίλοι, μνήσασθε δὲ θούριδος ἀλκῆς.</l><l n="735">ἠέ τινάς φαμεν εἶναι ἀοσσητῆρας ὀπίσσω,</l><l n="736">ἦέ τι τεῖχος ἄρειον, ὅ κʼ ἀνδράσι λοιγὸν ἀμύναι;</l><l n="737">οὐ μέν τι σχεδόν ἐστι πόλις πύργοις ἀραρυῖα,</l><l n="738">ᾗ κʼ ἀπαμυναίμεσθʼ ἑτεραλκέα δῆμον ἔχοντες·</l><l n="739">ἀλλʼ ἐν γὰρ Τρώων πεδίῳ πύκα θωρηκτάων</l><l n="740">πόντῳ κεκλιμένοι ἑκὰς ἥμεθα πατρίδος αἴης·</l><l n="741">τὼ ἐν χερσὶ φόως, οὐ μειλιχίῃ πολέμοιο.</l></q><l n="742"><milestone ed="P" unit="para"/>ἦ, καὶ μαιμώων ἔφεπʼ ἔγχεϊ ὀξυόεντι.</l><l n="743">ὅς τις δὲ Τρώων κοίλῃς ἐπὶ νηυσὶ φέροιτο</l><l n="744">σὺν πυρὶ κηλείῳ, χάριν Ἕκτορος ὀτρύναντος,</l><l n="745">τὸν δʼ Αἴας οὔτασκε δεδεγμένος ἔγχεϊ μακρῷ·</l><l n="746">δώδεκα δὲ προπάροιθε νεῶν αὐτοσχεδὸν οὖτα.</l></div><div type="textpart" subtype="Book" n="16"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν περὶ νηὸς ἐϋσσέλμοιο μάχοντο·</l><l n="2">Πάτροκλος δʼ Ἀχιλῆϊ παρίστατο ποιμένι λαῶν</l><l n="3">δάκρυα θερμὰ χέων ὥς τε κρήνη μελάνυδρος,</l><l n="4">ἥ τε κατʼ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ.</l><l n="5">τὸν δὲ ἰδὼν ᾤκτιρε ποδάρκης δῖος Ἀχιλλεύς,</l><l n="6">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="7">τίπτε δεδάκρυσαι Πατρόκλεες, ἠΰτε κούρη</l><l n="8">νηπίη, ἥ θʼ ἅμα μητρὶ θέουσʼ ἀνελέσθαι ἀνώγει</l><l n="9">εἱανοῦ ἁπτομένη, καί τʼ ἐσσυμένην κατερύκει,</l><l n="10">δακρυόεσσα δέ μιν ποτιδέρκεται, ὄφρʼ ἀνέληται·</l><l n="11">τῇ ἴκελος Πάτροκλε τέρεν κατὰ δάκρυον εἴβεις.</l><l n="12">ἠέ τι Μυρμιδόνεσσι πιφαύσκεαι, ἢ ἐμοὶ αὐτῷ,</l><l n="13">ἦέ τινʼ ἀγγελίην Φθίης ἐξέκλυες οἶος;</l><l n="14">ζώειν μὰν ἔτι φασὶ Μενοίτιον Ἄκτορος υἱόν,</l><l n="15">ζώει δʼ Αἰακίδης Πηλεὺς μετὰ Μυρμιδόνεσσι;</l><l n="16">τῶν κε μάλʼ ἀμφοτέρων ἀκαχοίμεθα τεθνηώτων.</l><l n="17">ἦε σύ γʼ Ἀργείων ὀλοφύρεαι, ὡς ὀλέκονται</l><l n="18">νηυσὶν ἔπι γλαφυρῇσιν ὑπερβασίης ἕνεκα σφῆς;</l><l n="19">ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.</l></q><l n="20"><milestone ed="P" unit="para"/>τὸν δὲ βαρὺ στενάχων προσέφης Πατρόκλεες ἱππεῦ·</l><q><l n="21">ὦ Ἀχιλεῦ Πηλῆος υἱὲ μέγα φέρτατʼ Ἀχαιῶν</l><l n="22">μὴ νεμέσα· τοῖον γὰρ ἄχος βεβίηκεν Ἀχαιούς.</l><l n="23">οἳ μὲν γὰρ δὴ πάντες, ὅσοι πάρος ἦσαν ἄριστοι,</l><l n="24">ἐν νηυσὶν κέαται βεβλημένοι οὐτάμενοί τε.</l><l n="25">βέβληται μὲν ὃ Τυδεΐδης κρατερὸς Διομήδης,</l><l n="26">οὔτασται δʼ Ὀδυσεὺς δουρικλυτὸς ἠδʼ Ἀγαμέμνων,</l><l n="27">βέβληται δὲ καὶ Εὐρύπυλος κατὰ μηρὸν ὀϊστῷ.</l><l n="28">τοὺς μέν τʼ ἰητροὶ πολυφάρμακοι ἀμφιπένονται</l><l n="29">ἕλκεʼ ἀκειόμενοι· σὺ δʼ ἀμήχανος ἔπλευ Ἀχιλλεῦ.</l><l n="30">μὴ ἐμέ γʼ οὖν οὗτός γε λάβοι χόλος, ὃν σὺ φυλάσσεις</l><l n="31">αἰναρέτη· τί σευ ἄλλος ὀνήσεται ὀψίγονός περ</l><l n="32">αἴ κε μὴ Ἀργείοισιν ἀεικέα λοιγὸν ἀμύνῃς;</l><l n="33">νηλεές, οὐκ ἄρα σοί γε πατὴρ ἦν ἱππότα Πηλεύς,</l><l n="34">οὐδὲ Θέτις μήτηρ· γλαυκὴ δέ σε τίκτε θάλασσα</l><l n="35">πέτραι τʼ ἠλίβατοι, ὅτι τοι νόος ἐστὶν ἀπηνής.</l><l n="36">εἰ δέ τινα φρεσὶ σῇσι θεοπροπίην ἀλεείνεις</l><l n="37">καί τινά τοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ,</l></q></div></div></body></text></TEI>