<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><l n="345">ἔνθα καὶ ἔνθα φέβοντο, δύοντο δὲ τεῖχος ἀνάγκῃ.</l><l n="346">Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας</l><q><l n="347">νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δʼ ἔναρα βροτόεντα·</l><l n="348">ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι νοήσω,</l><l n="349">αὐτοῦ οἱ θάνατον μητίσομαι, οὐδέ νυ τόν γε</l><l n="350">γνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα,</l><l n="351">ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο.</l></q><l n="352"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν μάστιγι κατωμαδὸν ἤλασεν ἵππους</l><l n="353">κεκλόμενος Τρώεσσι κατὰ στίχας· οἳ δὲ σὺν αὐτῷ</l><l n="354">πάντες ὁμοκλήσαντες ἔχον ἐρυσάρματας ἵππους</l><l n="355">ἠχῇ θεσπεσίῃ· προπάροιθε δὲ Φοῖβος Ἀπόλλων</l><l n="356">ῥεῖʼ ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπων</l><l n="357">ἐς μέσσον κατέβαλλε, γεφύρωσεν δὲ κέλευθον</l><l n="358">μακρὴν ἠδʼ εὐρεῖαν, ὅσον τʼ ἐπὶ δουρὸς ἐρωὴ</l><l n="359">γίγνεται, ὁππότʼ ἀνὴρ σθένεος πειρώμενος ᾗσι.</l><l n="360">τῇ ῥʼ οἵ γε προχέοντο φαλαγγηδόν, πρὸ δʼ Ἀπόλλων</l><l n="361">αἰγίδʼ ἔχων ἐρίτιμον· ἔρειπε δὲ τεῖχος Ἀχαιῶν</l><l n="362">ῥεῖα μάλʼ, ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης,</l><l n="363">ὅς τʼ ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσιν</l><l n="364">ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων.</l><l n="365">ὥς ῥα σὺ ἤϊε Φοῖβε πολὺν κάματον καὶ ὀϊζὺν</l><l n="366">σύγχεας Ἀργείων, αὐτοῖσι δὲ φύζαν ἐνῶρσας.</l><l n="367"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντες,</l><l n="368">ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι</l><l n="369">χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος·</l><l n="370">Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν</l><l n="371">εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·</l><q><l n="372">Ζεῦ πάτερ εἴ ποτέ τίς τοι ἐν Ἄργεΐ περ πολυπύρῳ</l><l n="373">ἢ βοὸς ἢ οἰὸς κατὰ πίονα μηρία καίων</l><l n="374">εὔχετο νοστῆσαι, σὺ δʼ ὑπέσχεο καὶ κατένευσας,</l><l n="375">τῶν μνῆσαι καὶ ἄμυνον Ὀλύμπιε νηλεὲς ἦμαρ,</l><l n="376">μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.</l></q><l n="377"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος, μέγα δʼ ἔκτυπε μητίετα Ζεύς,</l><l n="378">ἀράων ἀΐων Νηληϊάδαο γέροντος.</l><milestone ed="p" n="379" unit="card"/><l n="379"><milestone ed="P" unit="para"/>Τρῶες δʼ ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο,</l><l n="380">μᾶλλον ἐπʼ Ἀργείοισι θόρον, μνήσαντο δὲ χάρμης.</l><l n="381">οἳ δʼ ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιο</l><l n="382">νηὸς ὑπὲρ τοίχων καταβήσεται, ὁππότʼ ἐπείγῃ</l><l n="383">ἲς ἀνέμου· ἣ γάρ τε μάλιστά γε κύματʼ ὀφέλλει·</l><l n="384">ὣς Τρῶες μεγάλῃ ἰαχῇ κατὰ τεῖχος ἔβαινον,</l><l n="385">ἵππους δʼ εἰσελάσαντες ἐπὶ πρύμνῃσι μάχοντο</l><l n="386">ἔγχεσιν ἀμφιγύοις αὐτοσχεδόν, οἳ μὲν ἀφʼ ἵππων,</l><l n="387">οἳ δʼ ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάντες</l><l n="388">μακροῖσι ξυστοῖσι, τά ῥά σφʼ ἐπὶ νηυσὶν ἔκειτο</l><l n="389">ναύμαχα κολλήεντα, κατὰ στόμα εἱμένα χαλκῷ.</l><l n="390"><milestone ed="P" unit="para"/>Πάτροκλος δʼ εἷος μὲν Ἀχαιοί τε Τρῶές τε</l><l n="391">τείχεος ἀμφεμάχοντο θοάων ἔκτοθι νηῶν,</l><l n="392">τόφρʼ ὅ γʼ ἐνὶ κλισίῃ ἀγαπήνορος Εὐρυπύλοιο</l><l n="393">ἧστό τε καὶ τὸν ἔτερπε λόγοις, ἐπὶ δʼ ἕλκεϊ λυγρῷ</l><l n="394">φάρμακʼ ἀκέσματʼ ἔπασσε μελαινάων ὀδυνάων.</l><l n="395">αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησε</l><l n="396">Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε,</l><l n="397">ᾤμωξέν τʼ ἄρʼ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ</l><l n="398">χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·</l><q><l n="399">Εὐρύπυλʼ οὐκ ἔτι τοι δύναμαι χατέοντί περʼ ἔμπης</l><l n="400">ἐνθάδε παρμενέμεν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν·</l><l n="401">ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω, αὐτὰρ ἔγωγε</l><l n="402">σπεύσομαι εἰς Ἀχιλῆα, ἵνʼ ὀτρύνω πολεμίζειν.</l><l n="403">τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω</l><l n="404">παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου.</l><milestone ed="p" n="405" unit="card"/></q><l n="405"><milestone ed="P" unit="para"/>τὸν μὲν ἄρʼ ὣς εἰπόντα πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ</l><l n="406">Τρῶας ἐπερχομένους μένον ἔμπεδον, οὐδʼ ἐδύναντο</l><l n="407">παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν·</l><l n="408">οὐδέ ποτε Τρῶες Δαναῶν ἐδύναντο φάλαγγας</l><l n="409">ῥηξάμενοι κλισίῃσι μιγήμεναι ἠδὲ νέεσσιν.</l><l n="410">ἀλλʼ ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει</l><l n="411">τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥά τε πάσης</l><l n="412">εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης,</l><l n="413">ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε·</l><l n="414">ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο νέεσσιν,</l><l n="415">Ἕκτωρ δʼ ἄντʼ Αἴαντος ἐείσατο κυδαλίμοιο.</l><l n="416">τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον, οὐδὲ δύναντο</l><l n="417">οὔθʼ ὃ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆα</l><l n="418">οὔθʼ ὃ τὸν ἂψ ὤσασθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων.</l><l n="419">ἔνθʼ υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αἴας</l><l n="420">πῦρ ἐς νῆα φέροντα κατὰ στῆθος βάλε δουρί.</l><l n="421">δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ ἔκπεσε χειρός.</l><l n="422">Ἕκτωρ δʼ ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσιν</l><l n="423">ἐν κονίῃσι πεσόντα νεὸς προπάροιθε μελαίνης,</l><l n="424">Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας·</l><q><l n="425">Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ</l><l n="426">μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε,</l><l n="427">ἀλλʼ υἷα Κλυτίοιο σαώσατε, μή μιν Ἀχαιοὶ</l><l n="428">τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.</l></q><l n="429"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ.</l><l n="430">τοῦ μὲν ἅμαρθʼ, ὃ δʼ ἔπειτα Λυκόφρονα Μάστορος υἱὸν</l><l n="431">Αἴαντος θεράποντα Κυθήριον, ὅς ῥα παρʼ αὐτῷ</l><l n="432">ναῖʼ, ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι,</l><l n="433">τόν ῥʼ ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῷ</l><l n="434">ἑσταότʼ ἄγχʼ Αἴαντος· ὃ δʼ ὕπτιος ἐν κονίῃσι</l><l n="435">νηὸς ἄπο πρυμνῆς χαμάδις πέσε, λύντο δὲ γυῖα.</l><l n="436">Αἴας δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·</l><q><l n="437">Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος</l><l n="438">Μαστορίδης, ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόντα</l><l n="439">ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι·</l><l n="440">τὸν δʼ Ἕκτωρ μεγάθυμος ἀπέκτανε. ποῦ νύ τοι ἰοὶ</l><l n="441">ὠκύμοροι καὶ τόξον ὅ τοι πόρε Φοῖβος Ἀπόλλων;</l><milestone ed="p" n="442" unit="card"/></q><l n="442"><milestone ed="P" unit="para"/>ὣς φάθʼ, ὃ δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη,</l></div></div></body></text></TEI>