<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><l n="340">πρώτῃ ἐν ὑσμίνῃ, Κλονίον δʼ ἕλε δῖος Ἀγήνωρ.</l><l n="341">Δηΐοχον δὲ Πάρις βάλε νείατον ὦμον ὄπισθε</l><l n="342">φεύγοντʼ ἐν προμάχοισι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.</l><milestone ed="p" n="343" unit="card"/><l n="343"><milestone ed="P" unit="para"/>ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα, τόφρα δʼ Ἀχαιοὶ</l><l n="344">τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇ</l><l n="345">ἔνθα καὶ ἔνθα φέβοντο, δύοντο δὲ τεῖχος ἀνάγκῃ.</l><l n="346">Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας</l><q><l n="347">νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δʼ ἔναρα βροτόεντα·</l><l n="348">ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι νοήσω,</l><l n="349">αὐτοῦ οἱ θάνατον μητίσομαι, οὐδέ νυ τόν γε</l><l n="350">γνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα,</l><l n="351">ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο.</l></q><l n="352"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν μάστιγι κατωμαδὸν ἤλασεν ἵππους</l><l n="353">κεκλόμενος Τρώεσσι κατὰ στίχας· οἳ δὲ σὺν αὐτῷ</l><l n="354">πάντες ὁμοκλήσαντες ἔχον ἐρυσάρματας ἵππους</l><l n="355">ἠχῇ θεσπεσίῃ· προπάροιθε δὲ Φοῖβος Ἀπόλλων</l><l n="356">ῥεῖʼ ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπων</l><l n="357">ἐς μέσσον κατέβαλλε, γεφύρωσεν δὲ κέλευθον</l><l n="358">μακρὴν ἠδʼ εὐρεῖαν, ὅσον τʼ ἐπὶ δουρὸς ἐρωὴ</l><l n="359">γίγνεται, ὁππότʼ ἀνὴρ σθένεος πειρώμενος ᾗσι.</l><l n="360">τῇ ῥʼ οἵ γε προχέοντο φαλαγγηδόν, πρὸ δʼ Ἀπόλλων</l><l n="361">αἰγίδʼ ἔχων ἐρίτιμον· ἔρειπε δὲ τεῖχος Ἀχαιῶν</l><l n="362">ῥεῖα μάλʼ, ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης,</l><l n="363">ὅς τʼ ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσιν</l><l n="364">ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων.</l><l n="365">ὥς ῥα σὺ ἤϊε Φοῖβε πολὺν κάματον καὶ ὀϊζὺν</l><l n="366">σύγχεας Ἀργείων, αὐτοῖσι δὲ φύζαν ἐνῶρσας.</l><l n="367"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντες,</l><l n="368">ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι</l><l n="369">χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος·</l><l n="370">Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν</l><l n="371">εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·</l><q><l n="372">Ζεῦ πάτερ εἴ ποτέ τίς τοι ἐν Ἄργεΐ περ πολυπύρῳ</l><l n="373">ἢ βοὸς ἢ οἰὸς κατὰ πίονα μηρία καίων</l><l n="374">εὔχετο νοστῆσαι, σὺ δʼ ὑπέσχεο καὶ κατένευσας,</l><l n="375">τῶν μνῆσαι καὶ ἄμυνον Ὀλύμπιε νηλεὲς ἦμαρ,</l><l n="376">μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.</l></q><l n="377"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ εὐχόμενος, μέγα δʼ ἔκτυπε μητίετα Ζεύς,</l></div></div></body></text></TEI>