<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><l n="333">ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο</l><l n="334">ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν</l><l n="335">ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς</l><l n="336">γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς·</l><l n="337">Ἴασος αὖτʼ ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο,</l><l n="338">υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο.</l><l n="339">Μηκιστῆ δʼ ἕλε Πουλυδάμας, Ἐχίον δὲ Πολίτης</l><l n="340">πρώτῃ ἐν ὑσμίνῃ, Κλονίον δʼ ἕλε δῖος Ἀγήνωρ.</l><l n="341">Δηΐοχον δὲ Πάρις βάλε νείατον ὦμον ὄπισθε</l><l n="342">φεύγοντʼ ἐν προμάχοισι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.</l><milestone ed="p" n="343" unit="card"/><l n="343"><milestone ed="P" unit="para"/>ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα, τόφρα δʼ Ἀχαιοὶ</l><l n="344">τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇ</l><l n="345">ἔνθα καὶ ἔνθα φέβοντο, δύοντο δὲ τεῖχος ἀνάγκῃ.</l><l n="346">Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας</l><q><l n="347">νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δʼ ἔναρα βροτόεντα·</l><l n="348">ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι νοήσω,</l><l n="349">αὐτοῦ οἱ θάνατον μητίσομαι, οὐδέ νυ τόν γε</l><l n="350">γνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα,</l><l n="351">ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο.</l></q><l n="352"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν μάστιγι κατωμαδὸν ἤλασεν ἵππους</l><l n="353">κεκλόμενος Τρώεσσι κατὰ στίχας· οἳ δὲ σὺν αὐτῷ</l><l n="354">πάντες ὁμοκλήσαντες ἔχον ἐρυσάρματας ἵππους</l></div></div></body></text></TEI>