<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><l n="313">ὀξεῖʼ ἀμφοτέρωθεν, ἀπὸ νευρῆφι δʼ ὀϊστοὶ</l><l n="314">θρῷσκον· πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν</l><l n="315">ἄλλα μὲν ἐν χροῒ πήγνυτʼ ἀρηϊθόων αἰζηῶν,</l><l n="316">πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖν</l><l n="317">ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.</l><l n="318">ὄφρα μὲν αἰγίδα χερσὶν ἔχʼ ἀτρέμα Φοῖβος Ἀπόλλων,</l><l n="319">τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός.</l><l n="320">αὐτὰρ ἐπεὶ κατʼ ἐνῶπα ἰδὼν Δαναῶν ταχυπώλων</l><l n="321">σεῖσʼ, ἐπὶ δʼ αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν</l><l n="322">ἐν στήθεσσιν ἔθελξε, λάθοντο δὲ θούριδος ἀλκῆς.</l><l n="323">οἳ δʼ ὥς τʼ ἠὲ βοῶν ἀγέλην ἢ πῶϋ μέγʼ οἰῶν</l><l n="324">θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷ</l><l n="325">ἐλθόντʼ ἐξαπίνης σημάντορος οὐ παρεόντος,</l><l n="326">ὣς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες· ἐν γὰρ Ἀπόλλων</l><l n="327">ἧκε φόβον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.</l><l n="328"><milestone ed="P" unit="para"/>ἔνθα δʼ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης.</l><l n="329">Ἕκτωρ μὲν Στιχίον τε καὶ Ἀρκεσίλαον ἔπεφνε,</l><l n="330">τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων,</l><l n="331">τὸν δὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον·</l><l n="332">Αἰνείας δὲ Μέδοντα καὶ Ἴασον ἐξενάριξεν.</l><l n="333">ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο</l><l n="334">ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν</l><l n="335">ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς</l><l n="336">γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς·</l><l n="337">Ἴασος αὖτʼ ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο,</l><l n="338">υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο.</l><l n="339">Μηκιστῆ δʼ ἕλε Πουλυδάμας, Ἐχίον δὲ Πολίτης</l><l n="340">πρώτῃ ἐν ὑσμίνῃ, Κλονίον δʼ ἕλε δῖος Ἀγήνωρ.</l><l n="341">Δηΐοχον δὲ Πάρις βάλε νείατον ὦμον ὄπισθε</l><l n="342">φεύγοντʼ ἐν προμάχοισι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν.</l><milestone ed="p" n="343" unit="card"/><l n="343"><milestone ed="P" unit="para"/>ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα, τόφρα δʼ Ἀχαιοὶ</l><l n="344">τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇ</l><l n="345">ἔνθα καὶ ἔνθα φέβοντο, δύοντο δὲ τεῖχος ἀνάγκῃ.</l><l n="346">Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας</l><q><l n="347">νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δʼ ἔναρα βροτόεντα·</l><l n="348">ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι νοήσω,</l><l n="349">αὐτοῦ οἱ θάνατον μητίσομαι, οὐδέ νυ τόν γε</l><l n="350">γνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα,</l><l n="351">ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο.</l></q><l n="352"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν μάστιγι κατωμαδὸν ἤλασεν ἵππους</l><l n="353">κεκλόμενος Τρώεσσι κατὰ στίχας· οἳ δὲ σὺν αὐτῷ</l><l n="354">πάντες ὁμοκλήσαντες ἔχον ἐρυσάρματας ἵππους</l><l n="355">ἠχῇ θεσπεσίῃ· προπάροιθε δὲ Φοῖβος Ἀπόλλων</l><l n="356">ῥεῖʼ ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπων</l><l n="357">ἐς μέσσον κατέβαλλε, γεφύρωσεν δὲ κέλευθον</l><l n="358">μακρὴν ἠδʼ εὐρεῖαν, ὅσον τʼ ἐπὶ δουρὸς ἐρωὴ</l><l n="359">γίγνεται, ὁππότʼ ἀνὴρ σθένεος πειρώμενος ᾗσι.</l><l n="360">τῇ ῥʼ οἵ γε προχέοντο φαλαγγηδόν, πρὸ δʼ Ἀπόλλων</l><l n="361">αἰγίδʼ ἔχων ἐρίτιμον· ἔρειπε δὲ τεῖχος Ἀχαιῶν</l><l n="362">ῥεῖα μάλʼ, ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης,</l><l n="363">ὅς τʼ ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσιν</l><l n="364">ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων.</l><l n="365">ὥς ῥα σὺ ἤϊε Φοῖβε πολὺν κάματον καὶ ὀϊζὺν</l><l n="366">σύγχεας Ἀργείων, αὐτοῖσι δὲ φύζαν ἐνῶρσας.</l><l n="367"><milestone ed="P" unit="para"/>ὣς οἳ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντες,</l><l n="368">ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι</l></div></div></body></text></TEI>