ὀξεῖʼ ἀμφοτέρωθεν, ἀπὸ νευρῆφι δʼ ὀϊστοὶ θρῷσκον· πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν ἄλλα μὲν ἐν χροῒ πήγνυτʼ ἀρηϊθόων αἰζηῶν, πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖν ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι. ὄφρα μὲν αἰγίδα χερσὶν ἔχʼ ἀτρέμα Φοῖβος Ἀπόλλων, τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός. αὐτὰρ ἐπεὶ κατʼ ἐνῶπα ἰδὼν Δαναῶν ταχυπώλων σεῖσʼ, ἐπὶ δʼ αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν ἐν στήθεσσιν ἔθελξε, λάθοντο δὲ θούριδος ἀλκῆς. οἳ δʼ ὥς τʼ ἠὲ βοῶν ἀγέλην ἢ πῶϋ μέγʼ οἰῶν θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷ ἐλθόντʼ ἐξαπίνης σημάντορος οὐ παρεόντος, ὣς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες· ἐν γὰρ Ἀπόλλων ἧκε φόβον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν. ἔνθα δʼ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης. Ἕκτωρ μὲν Στιχίον τε καὶ Ἀρκεσίλαον ἔπεφνε, τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων, τὸν δὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον· Αἰνείας δὲ Μέδοντα καὶ Ἴασον ἐξενάριξεν. ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς· Ἴασος αὖτʼ ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο, υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο. Μηκιστῆ δʼ ἕλε Πουλυδάμας, Ἐχίον δὲ Πολίτης πρώτῃ ἐν ὑσμίνῃ, Κλονίον δʼ ἕλε δῖος Ἀγήνωρ. Δηΐοχον δὲ Πάρις βάλε νείατον ὦμον ὄπισθε φεύγοντʼ ἐν προμάχοισι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν. ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα, τόφρα δʼ Ἀχαιοὶ τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇ ἔνθα καὶ ἔνθα φέβοντο, δύοντο δὲ τεῖχος ἀνάγκῃ. Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δʼ ἔναρα βροτόεντα· ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι νοήσω, αὐτοῦ οἱ θάνατον μητίσομαι, οὐδέ νυ τόν γε γνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα, ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο. ὣς εἰπὼν μάστιγι κατωμαδὸν ἤλασεν ἵππους κεκλόμενος Τρώεσσι κατὰ στίχας· οἳ δὲ σὺν αὐτῷ πάντες ὁμοκλήσαντες ἔχον ἐρυσάρματας ἵππους ἠχῇ θεσπεσίῃ· προπάροιθε δὲ Φοῖβος Ἀπόλλων ῥεῖʼ ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπων ἐς μέσσον κατέβαλλε, γεφύρωσεν δὲ κέλευθον μακρὴν ἠδʼ εὐρεῖαν, ὅσον τʼ ἐπὶ δουρὸς ἐρωὴ γίγνεται, ὁππότʼ ἀνὴρ σθένεος πειρώμενος ᾗσι. τῇ ῥʼ οἵ γε προχέοντο φαλαγγηδόν, πρὸ δʼ Ἀπόλλων αἰγίδʼ ἔχων ἐρίτιμον· ἔρειπε δὲ τεῖχος Ἀχαιῶν ῥεῖα μάλʼ, ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης, ὅς τʼ ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσιν ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων. ὥς ῥα σὺ ἤϊε Φοῖβε πολὺν κάματον καὶ ὀϊζὺν σύγχεας Ἀργείων, αὐτοῖσι δὲ φύζαν ἐνῶρσας. ὣς οἳ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντες, ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι