<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><l n="302">Τεῦκρον Μηριόνην τε Μέγην τʼ ἀτάλαντον Ἄρηϊ</l><l n="303">ὑσμίνην ἤρτυνον ἀριστῆας καλέσαντες</l><l n="304">Ἕκτορι καὶ Τρώεσσιν ἐναντίον· αὐτὰρ ὀπίσσω</l><l n="305">ἣ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο.</l><l n="306"><milestone ed="P" unit="para"/>Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δʼ ἄρʼ Ἕκτωρ</l><l n="307">μακρὰ βιβάς· πρόσθεν δὲ κίʼ αὐτοῦ Φοῖβος Ἀπόλλων</l><l n="308">εἱμένος ὤμοιιν νεφέλην, ἔχε δʼ αἰγίδα θοῦριν</l><l n="309">δεινὴν ἀμφιδάσειαν ἀριπρεπέʼ, ἣν ἄρα χαλκεὺς</l><l n="310">Ἥφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν·</l><l n="311">τὴν ἄρʼ ὅ γʼ ἐν χείρεσσιν ἔχων ἡγήσατο λαῶν.</l><milestone ed="p" n="312" unit="card"/><l n="312"><milestone ed="P" unit="para"/>Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες, ὦρτο δʼ ἀϋτὴ</l><l n="313">ὀξεῖʼ ἀμφοτέρωθεν, ἀπὸ νευρῆφι δʼ ὀϊστοὶ</l><l n="314">θρῷσκον· πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν</l><l n="315">ἄλλα μὲν ἐν χροῒ πήγνυτʼ ἀρηϊθόων αἰζηῶν,</l><l n="316">πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖν</l><l n="317">ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι.</l><l n="318">ὄφρα μὲν αἰγίδα χερσὶν ἔχʼ ἀτρέμα Φοῖβος Ἀπόλλων,</l><l n="319">τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός.</l><l n="320">αὐτὰρ ἐπεὶ κατʼ ἐνῶπα ἰδὼν Δαναῶν ταχυπώλων</l><l n="321">σεῖσʼ, ἐπὶ δʼ αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν</l><l n="322">ἐν στήθεσσιν ἔθελξε, λάθοντο δὲ θούριδος ἀλκῆς.</l><l n="323">οἳ δʼ ὥς τʼ ἠὲ βοῶν ἀγέλην ἢ πῶϋ μέγʼ οἰῶν</l><l n="324">θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷ</l><l n="325">ἐλθόντʼ ἐξαπίνης σημάντορος οὐ παρεόντος,</l><l n="326">ὣς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες· ἐν γὰρ Ἀπόλλων</l><l n="327">ἧκε φόβον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.</l><l n="328"><milestone ed="P" unit="para"/>ἔνθα δʼ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης.</l><l n="329">Ἕκτωρ μὲν Στιχίον τε καὶ Ἀρκεσίλαον ἔπεφνε,</l><l n="330">τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων,</l><l n="331">τὸν δὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον·</l><l n="332">Αἰνείας δὲ Μέδοντα καὶ Ἴασον ἐξενάριξεν.</l><l n="333">ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο</l><l n="334">ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν</l><l n="335">ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς</l><l n="336">γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς·</l><l n="337">Ἴασος αὖτʼ ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο,</l><l n="338">υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο.</l><l n="339">Μηκιστῆ δʼ ἕλε Πουλυδάμας, Ἐχίον δὲ Πολίτης</l></div></div></body></text></TEI>