ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο· οἳ μὲν ἄρʼ ἀμφʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα Τεῦκρον Μηριόνην τε Μέγην τʼ ἀτάλαντον Ἄρηϊ ὑσμίνην ἤρτυνον ἀριστῆας καλέσαντες Ἕκτορι καὶ Τρώεσσιν ἐναντίον· αὐτὰρ ὀπίσσω ἣ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο. Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δʼ ἄρʼ Ἕκτωρ μακρὰ βιβάς· πρόσθεν δὲ κίʼ αὐτοῦ Φοῖβος Ἀπόλλων εἱμένος ὤμοιιν νεφέλην, ἔχε δʼ αἰγίδα θοῦριν δεινὴν ἀμφιδάσειαν ἀριπρεπέʼ, ἣν ἄρα χαλκεὺς Ἥφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν· τὴν ἄρʼ ὅ γʼ ἐν χείρεσσιν ἔχων ἡγήσατο λαῶν. Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες, ὦρτο δʼ ἀϋτὴ ὀξεῖʼ ἀμφοτέρωθεν, ἀπὸ νευρῆφι δʼ ὀϊστοὶ θρῷσκον· πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν ἄλλα μὲν ἐν χροῒ πήγνυτʼ ἀρηϊθόων αἰζηῶν, πολλὰ δὲ καὶ μεσσηγὺ πάρος χρόα λευκὸν ἐπαυρεῖν ἐν γαίῃ ἵσταντο λιλαιόμενα χροὸς ἆσαι. ὄφρα μὲν αἰγίδα χερσὶν ἔχʼ ἀτρέμα Φοῖβος Ἀπόλλων, τόφρα μάλʼ ἀμφοτέρων βέλεʼ ἥπτετο, πῖπτε δὲ λαός. αὐτὰρ ἐπεὶ κατʼ ἐνῶπα ἰδὼν Δαναῶν ταχυπώλων σεῖσʼ, ἐπὶ δʼ αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν ἐν στήθεσσιν ἔθελξε, λάθοντο δὲ θούριδος ἀλκῆς. οἳ δʼ ὥς τʼ ἠὲ βοῶν ἀγέλην ἢ πῶϋ μέγʼ οἰῶν θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷ ἐλθόντʼ ἐξαπίνης σημάντορος οὐ παρεόντος, ὣς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες· ἐν γὰρ Ἀπόλλων ἧκε φόβον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν. ἔνθα δʼ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης. Ἕκτωρ μὲν Στιχίον τε καὶ Ἀρκεσίλαον ἔπεφνε, τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων, τὸν δὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον· Αἰνείας δὲ Μέδοντα καὶ Ἴασον ἐξενάριξεν. ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς· Ἴασος αὖτʼ ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο, υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο. Μηκιστῆ δʼ ἕλε Πουλυδάμας, Ἐχίον δὲ Πολίτης πρώτῃ ἐν ὑσμίνῃ, Κλονίον δʼ ἕλε δῖος Ἀγήνωρ. Δηΐοχον δὲ Πάρις βάλε νείατον ὦμον ὄπισθε φεύγοντʼ ἐν προμάχοισι, διὰ πρὸ δὲ χαλκὸν ἔλασσεν. ὄφρʼ οἳ τοὺς ἐνάριζον ἀπʼ ἔντεα, τόφρα δʼ Ἀχαιοὶ τάφρῳ καὶ σκολόπεσσιν ἐνιπλήξαντες ὀρυκτῇ ἔνθα καὶ ἔνθα φέβοντο, δύοντο δὲ τεῖχος ἀνάγκῃ. Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας νηυσὶν ἐπισσεύεσθαι, ἐᾶν δʼ ἔναρα βροτόεντα· ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε νεῶν ἑτέρωθι νοήσω, αὐτοῦ οἱ θάνατον μητίσομαι, οὐδέ νυ τόν γε γνωτοί τε γνωταί τε πυρὸς λελάχωσι θανόντα, ἀλλὰ κύνες ἐρύουσι πρὸ ἄστεος ἡμετέροιο. ὣς εἰπὼν μάστιγι κατωμαδὸν ἤλασεν ἵππους κεκλόμενος Τρώεσσι κατὰ στίχας· οἳ δὲ σὺν αὐτῷ πάντες ὁμοκλήσαντες ἔχον ἐρυσάρματας ἵππους ἠχῇ θεσπεσίῃ· προπάροιθε δὲ Φοῖβος Ἀπόλλων ῥεῖʼ ὄχθας καπέτοιο βαθείης ποσσὶν ἐρείπων ἐς μέσσον κατέβαλλε, γεφύρωσεν δὲ κέλευθον μακρὴν ἠδʼ εὐρεῖαν, ὅσον τʼ ἐπὶ δουρὸς ἐρωὴ γίγνεται, ὁππότʼ ἀνὴρ σθένεος πειρώμενος ᾗσι. τῇ ῥʼ οἵ γε προχέοντο φαλαγγηδόν, πρὸ δʼ Ἀπόλλων αἰγίδʼ ἔχων ἐρίτιμον· ἔρειπε δὲ τεῖχος Ἀχαιῶν ῥεῖα μάλʼ, ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης, ὅς τʼ ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσιν ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων. ὥς ῥα σὺ ἤϊε Φοῖβε πολὺν κάματον καὶ ὀϊζὺν σύγχεας Ἀργείων, αὐτοῖσι δὲ φύζαν ἐνῶρσας. ὣς οἳ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντες, ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος· Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα· Ζεῦ πάτερ εἴ ποτέ τίς τοι ἐν Ἄργεΐ περ πολυπύρῳ ἢ βοὸς ἢ οἰὸς κατὰ πίονα μηρία καίων εὔχετο νοστῆσαι, σὺ δʼ ὑπέσχεο καὶ κατένευσας, τῶν μνῆσαι καὶ ἄμυνον Ὀλύμπιε νηλεὲς ἦμαρ, μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς. ὣς ἔφατʼ εὐχόμενος, μέγα δʼ ἔκτυπε μητίετα Ζεύς, ἀράων ἀΐων Νηληϊάδαο γέροντος. Τρῶες δʼ ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο, μᾶλλον ἐπʼ Ἀργείοισι θόρον, μνήσαντο δὲ χάρμης. οἳ δʼ ὥς τε μέγα κῦμα θαλάσσης εὐρυπόροιο νηὸς ὑπὲρ τοίχων καταβήσεται, ὁππότʼ ἐπείγῃ ἲς ἀνέμου· ἣ γάρ τε μάλιστά γε κύματʼ ὀφέλλει· ὣς Τρῶες μεγάλῃ ἰαχῇ κατὰ τεῖχος ἔβαινον, ἵππους δʼ εἰσελάσαντες ἐπὶ πρύμνῃσι μάχοντο ἔγχεσιν ἀμφιγύοις αὐτοσχεδόν, οἳ μὲν ἀφʼ ἵππων, οἳ δʼ ἀπὸ νηῶν ὕψι μελαινάων ἐπιβάντες μακροῖσι ξυστοῖσι, τά ῥά σφʼ ἐπὶ νηυσὶν ἔκειτο ναύμαχα κολλήεντα, κατὰ στόμα εἱμένα χαλκῷ. Πάτροκλος δʼ εἷος μὲν Ἀχαιοί τε Τρῶές τε τείχεος ἀμφεμάχοντο θοάων ἔκτοθι νηῶν, τόφρʼ ὅ γʼ ἐνὶ κλισίῃ ἀγαπήνορος Εὐρυπύλοιο ἧστό τε καὶ τὸν ἔτερπε λόγοις, ἐπὶ δʼ ἕλκεϊ λυγρῷ φάρμακʼ ἀκέσματʼ ἔπασσε μελαινάων ὀδυνάων. αὐτὰρ ἐπεὶ δὴ τεῖχος ἐπεσσυμένους ἐνόησε Τρῶας, ἀτὰρ Δαναῶν γένετο ἰαχή τε φόβος τε, ᾤμωξέν τʼ ἄρʼ ἔπειτα καὶ ὣ πεπλήγετο μηρὼ χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα· Εὐρύπυλʼ οὐκ ἔτι τοι δύναμαι χατέοντί περʼ ἔμπης ἐνθάδε παρμενέμεν· δὴ γὰρ μέγα νεῖκος ὄρωρεν· ἀλλὰ σὲ μὲν θεράπων ποτιτερπέτω, αὐτὰρ ἔγωγε σπεύσομαι εἰς Ἀχιλῆα, ἵνʼ ὀτρύνω πολεμίζειν. τίς δʼ οἶδʼ εἴ κέν οἱ σὺν δαίμονι θυμὸν ὀρίνω παρειπών; ἀγαθὴ δὲ παραίφασίς ἐστιν ἑταίρου. τὸν μὲν ἄρʼ ὣς εἰπόντα πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ Τρῶας ἐπερχομένους μένον ἔμπεδον, οὐδʼ ἐδύναντο παυροτέρους περ ἐόντας ἀπώσασθαι παρὰ νηῶν· οὐδέ ποτε Τρῶες Δαναῶν ἐδύναντο φάλαγγας ῥηξάμενοι κλισίῃσι μιγήμεναι ἠδὲ νέεσσιν. ἀλλʼ ὥς τε στάθμη δόρυ νήϊον ἐξιθύνει τέκτονος ἐν παλάμῃσι δαήμονος, ὅς ῥά τε πάσης εὖ εἰδῇ σοφίης ὑποθημοσύνῃσιν Ἀθήνης, ὣς μὲν τῶν ἐπὶ ἶσα μάχη τέτατο πτόλεμός τε· ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο νέεσσιν, Ἕκτωρ δʼ ἄντʼ Αἴαντος ἐείσατο κυδαλίμοιο. τὼ δὲ μιῆς περὶ νηὸς ἔχον πόνον, οὐδὲ δύναντο οὔθʼ ὃ τὸν ἐξελάσαι καὶ ἐνιπρῆσαι πυρὶ νῆα οὔθʼ ὃ τὸν ἂψ ὤσασθαι, ἐπεί ῥʼ ἐπέλασσέ γε δαίμων. ἔνθʼ υἷα Κλυτίοιο Καλήτορα φαίδιμος Αἴας πῦρ ἐς νῆα φέροντα κατὰ στῆθος βάλε δουρί. δούπησεν δὲ πεσών, δαλὸς δέ οἱ ἔκπεσε χειρός. Ἕκτωρ δʼ ὡς ἐνόησεν ἀνεψιὸν ὀφθαλμοῖσιν ἐν κονίῃσι πεσόντα νεὸς προπάροιθε μελαίνης, Τρωσί τε καὶ Λυκίοισιν ἐκέκλετο μακρὸν ἀΰσας· Τρῶες καὶ Λύκιοι καὶ Δάρδανοι ἀγχιμαχηταὶ μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε, ἀλλʼ υἷα Κλυτίοιο σαώσατε, μή μιν Ἀχαιοὶ τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα. ὣς εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ. τοῦ μὲν ἅμαρθʼ, ὃ δʼ ἔπειτα Λυκόφρονα Μάστορος υἱὸν Αἴαντος θεράποντα Κυθήριον, ὅς ῥα παρʼ αὐτῷ ναῖʼ, ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι, τόν ῥʼ ἔβαλεν κεφαλὴν ὑπὲρ οὔατος ὀξέϊ χαλκῷ ἑσταότʼ ἄγχʼ Αἴαντος· ὃ δʼ ὕπτιος ἐν κονίῃσι νηὸς ἄπο πρυμνῆς χαμάδις πέσε, λύντο δὲ γυῖα. Αἴας δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα· Τεῦκρε πέπον δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος Μαστορίδης, ὃν νῶϊ Κυθηρόθεν ἔνδον ἐόντα ἶσα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι· τὸν δʼ Ἕκτωρ μεγάθυμος ἀπέκτανε. ποῦ νύ τοι ἰοὶ ὠκύμοροι καὶ τόξον ὅ τοι πόρε Φοῖβος Ἀπόλλων; ὣς φάθʼ, ὃ δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη, τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην ἰοδόκον· μάλα δʼ ὦκα βέλεα Τρώεσσιν ἐφίει. καί ῥʼ ἔβαλε Κλεῖτον Πεισήνορος ἀγλαὸν υἱὸν Πουλυδάμαντος ἑταῖρον ἀγαυοῦ Πανθοΐδαο ἡνία χερσὶν ἔχοντα· ὃ μὲν πεπόνητο καθʼ ἵππους· τῇ γὰρ ἔχʼ ᾗ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δʼ αὐτῷ ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ. αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός· ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι κείνʼ ὄχεα κροτέοντες. ἄναξ δʼ ἐνόησε τάχιστα