<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><q><l n="289">χερσὶν ὑπʼ Αἴαντος θανέειν Τελαμωνιάδαο.</l><l n="290">ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσεν</l><l n="291">Ἕκτορʼ, ὃ δὴ πολλῶν Δαναῶν ὑπὸ γούνατʼ ἔλυσεν,</l><l n="292">ὡς καὶ νῦν ἔσσεσθαι ὀΐομαι· οὐ γὰρ ἄτερ γε</l><l n="293">Ζηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν.</l><l n="294">ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.</l><l n="295">πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι·</l><l n="296">αὐτοὶ δʼ, ὅσσοι ἄριστοι ἐνὶ στρατῷ εὐχόμεθʼ εἶναι,</l><l n="297">στήομεν, εἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες</l><l n="298">δούρατʼ ἀνασχόμενοι· τὸν δʼ οἴω καὶ μεμαῶτα</l><l n="299">θυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον.</l></q><l n="300"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·</l><l n="301">οἳ μὲν ἄρʼ ἀμφʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα</l><l n="302">Τεῦκρον Μηριόνην τε Μέγην τʼ ἀτάλαντον Ἄρηϊ</l><l n="303">ὑσμίνην ἤρτυνον ἀριστῆας καλέσαντες</l><l n="304">Ἕκτορι καὶ Τρώεσσιν ἐναντίον· αὐτὰρ ὀπίσσω</l><l n="305">ἣ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο.</l><l n="306"><milestone ed="P" unit="para"/>Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δʼ ἄρʼ Ἕκτωρ</l><l n="307">μακρὰ βιβάς· πρόσθεν δὲ κίʼ αὐτοῦ Φοῖβος Ἀπόλλων</l><l n="308">εἱμένος ὤμοιιν νεφέλην, ἔχε δʼ αἰγίδα θοῦριν</l><l n="309">δεινὴν ἀμφιδάσειαν ἀριπρεπέʼ, ἣν ἄρα χαλκεὺς</l><l n="310">Ἥφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν·</l></div></div></body></text></TEI>