χερσὶν ὑπʼ Αἴαντος θανέειν Τελαμωνιάδαο. ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσεν Ἕκτορʼ, ὃ δὴ πολλῶν Δαναῶν ὑπὸ γούνατʼ ἔλυσεν, ὡς καὶ νῦν ἔσσεσθαι ὀΐομαι· οὐ γὰρ ἄτερ γε Ζηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες. πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι· αὐτοὶ δʼ, ὅσσοι ἄριστοι ἐνὶ στρατῷ εὐχόμεθʼ εἶναι, στήομεν, εἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες δούρατʼ ἀνασχόμενοι· τὸν δʼ οἴω καὶ μεμαῶτα θυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον. ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο· οἳ μὲν ἄρʼ ἀμφʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα Τεῦκρον Μηριόνην τε Μέγην τʼ ἀτάλαντον Ἄρηϊ ὑσμίνην ἤρτυνον ἀριστῆας καλέσαντες Ἕκτορι καὶ Τρώεσσιν ἐναντίον· αὐτὰρ ὀπίσσω ἣ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο. Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δʼ ἄρʼ Ἕκτωρ μακρὰ βιβάς· πρόσθεν δὲ κίʼ αὐτοῦ Φοῖβος Ἀπόλλων εἱμένος ὤμοιιν νεφέλην, ἔχε δʼ αἰγίδα θοῦριν δεινὴν ἀμφιδάσειαν ἀριπρεπέʼ, ἣν ἄρα χαλκεὺς Ἥφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν·