<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><q><l n="27">πέμψας ἐπʼ ἀτρύγετον πόντον κακὰ μητιόωσα,</l><l n="28">καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας.</l><l n="29">τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις</l><l n="30">Ἄργος ἐς ἱππόβοτον καὶ πολλά περ ἀθλήσαντα.</l><l n="31">τῶν σʼ αὖτις μνήσω ἵνʼ ἀπολλήξῃς ἀπατάων,</l><l n="32">ὄφρα ἴδῃ ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή,</l><l n="33">ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μʼ ἀπάτησας.</l><milestone ed="p" n="34" unit="card"/></q><l n="34"><milestone ed="P" unit="para"/>ὣς φάτο, ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη,</l><l n="35">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="36">ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε</l><l n="37">καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος</l><l n="38">ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,</l><l n="39">σή θʼ ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχος αὐτῶν</l><l n="40">κουρίδιον, τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι·</l><l n="41">μὴ διʼ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων</l><l n="42">πημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δʼ ἀρήγει,</l><l n="43">ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει,</l><l n="44">τειρομένους δʼ ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς.</l><l n="45">αὐτάρ τοι καὶ κείνῳ ἐγὼ παραμυθησαίμην</l><l n="46">τῇ ἴμεν ᾗ κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύῃς.</l></q><l n="47"><milestone ed="P" unit="para"/>ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,</l><l n="48">καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·</l></div></div></body></text></TEI>