ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων· ὣς Ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα ὀτρύνων ἱππῆας, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν. οἳ δʼ ὥς τʼ ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται· τὸν μέν τʼ ἠλίβατος πέτρη καὶ δάσκιος ὕλη εἰρύσατʼ, οὐδʼ ἄρα τέ σφι κιχήμεναι αἴσιμον ἦεν· τῶν δέ θʼ ὑπὸ ἰαχῆς ἐφάνη λὶς ἠϋγένειος εἰς ὁδόν, αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶτας· ὣς Δαναοὶ εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν· αὐτὰρ ἐπεὶ ἴδον Ἕκτορʼ ἐποιχόμενον στίχας ἀνδρῶν τάρβησαν, πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός. τοῖσι δʼ ἔπειτʼ ἀγόρευε Θόας Ἀνδραίμονος υἱός, Αἰτωλῶν ὄχʼ ἄριστος ἐπιστάμενος μὲν ἄκοντι ἐσθλὸς δʼ ἐν σταδίῃ· ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶν νίκων, ὁππότε κοῦροι ἐρίσσειαν περὶ μύθων· ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν· ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι, οἷον δʼ αὖτʼ ἐξαῦτις ἀνέστη κῆρας ἀλύξας Ἕκτωρ· ἦ θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστου