<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><l n="264">δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων</l><l n="265">εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο</l><l n="266">κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται</l><l n="267">ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς</l><l n="268">ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων·</l><l n="269">ὣς Ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα</l><l n="270">ὀτρύνων ἱππῆας, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.</l><l n="271">οἳ δʼ ὥς τʼ ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα</l><l n="272">ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται·</l><l n="273">τὸν μέν τʼ ἠλίβατος πέτρη καὶ δάσκιος ὕλη</l><l n="274">εἰρύσατʼ, οὐδʼ ἄρα τέ σφι κιχήμεναι αἴσιμον ἦεν·</l><l n="275">τῶν δέ θʼ ὑπὸ ἰαχῆς ἐφάνη λὶς ἠϋγένειος</l><l n="276">εἰς ὁδόν, αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶτας·</l><l n="277">ὣς Δαναοὶ εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο</l><l n="278">νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·</l><l n="279">αὐτὰρ ἐπεὶ ἴδον Ἕκτορʼ ἐποιχόμενον στίχας ἀνδρῶν</l><milestone ed="p" n="281" unit="card"/><l n="280">τάρβησαν, πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός.</l><l n="281"><milestone ed="P" unit="para"/>τοῖσι δʼ ἔπειτʼ ἀγόρευε Θόας Ἀνδραίμονος υἱός,</l><l n="282">Αἰτωλῶν ὄχʼ ἄριστος ἐπιστάμενος μὲν ἄκοντι</l><l n="283">ἐσθλὸς δʼ ἐν σταδίῃ· ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶν</l><l n="284">νίκων, ὁππότε κοῦροι ἐρίσσειαν περὶ μύθων·</l><l n="285">ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q><l n="286">ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι,</l><l n="287">οἷον δʼ αὖτʼ ἐξαῦτις ἀνέστη κῆρας ἀλύξας</l><l n="288">Ἕκτωρ· ἦ θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστου</l><l n="289">χερσὶν ὑπʼ Αἴαντος θανέειν Τελαμωνιάδαο.</l><l n="290">ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσεν</l><l n="291">Ἕκτορʼ, ὃ δὴ πολλῶν Δαναῶν ὑπὸ γούνατʼ ἔλυσεν,</l><l n="292">ὡς καὶ νῦν ἔσσεσθαι ὀΐομαι· οὐ γὰρ ἄτερ γε</l><l n="293">Ζηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν.</l><l n="294">ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.</l><l n="295">πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι·</l><l n="296">αὐτοὶ δʼ, ὅσσοι ἄριστοι ἐνὶ στρατῷ εὐχόμεθʼ εἶναι,</l><l n="297">στήομεν, εἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες</l><l n="298">δούρατʼ ἀνασχόμενοι· τὸν δʼ οἴω καὶ μεμαῶτα</l><l n="299">θυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον.</l></q><l n="300"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·</l><l n="301">οἳ μὲν ἄρʼ ἀμφʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα</l></div></div></body></text></TEI>