<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><q><l n="25">ἀζηχὴς ὀδύνη Ἡρακλῆος θείοιο,</l><l n="26">τὸν σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας</l><l n="27">πέμψας ἐπʼ ἀτρύγετον πόντον κακὰ μητιόωσα,</l><l n="28">καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας.</l><l n="29">τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις</l><l n="30">Ἄργος ἐς ἱππόβοτον καὶ πολλά περ ἀθλήσαντα.</l><l n="31">τῶν σʼ αὖτις μνήσω ἵνʼ ἀπολλήξῃς ἀπατάων,</l><l n="32">ὄφρα ἴδῃ ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή,</l><l n="33">ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μʼ ἀπάτησας.</l></q></div></div></body></text></TEI>