<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><q><l n="222">ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιος</l><l n="223">οἴχεται εἰς ἅλα δῖαν ἀλευάμενος χόλον αἰπὺν</l><l n="224">ἡμέτερον· μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι,</l><l n="225">οἵ περ ἐνέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες.</l><l n="226">ἀλλὰ τόδʼ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῷ</l><l n="227">ἔπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξε</l><l n="228">χεῖρας ἐμάς, ἐπεὶ οὔ κεν ἀνιδρωτί γʼ ἐτελέσθη.</l><l n="229">ἀλλὰ σύ γʼ ἐν χείρεσσι λάβʼ αἰγίδα θυσσανόεσσαν,</l><l n="230">τῇ μάλʼ ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς·</l><l n="231">σοὶ δʼ αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ·</l><l n="232">τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα, ὄφρʼ ἂν Ἀχαιοὶ</l><l n="233">φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκωνται.</l><l n="234">κεῖθεν δʼ αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε,</l><l n="235">ὥς κε καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο.</l></q><l n="236"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων,</l><l n="237">βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἴρηκι ἐοικὼς</l><l n="238">ὠκέϊ φασσοφόνῳ, ὅς τʼ ὤκιστος πετεηνῶν.</l><l n="239">εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον</l><l n="240">ἥμενον, οὐδʼ ἔτι κεῖτο, νέον δʼ ἐσαγείρετο θυμόν,</l><l n="241">ἀμφὶ ἓ γιγνώσκων ἑτάρους· ἀτὰρ ἆσθμα καὶ ἱδρὼς</l><l n="242">παύετʼ, ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο.</l><l n="243">ἀγχοῦ δʼ ἱστάμενος προσέφη ἑκάεργος Ἀπόλλων·</l><q><l n="244">Ἕκτορ υἱὲ Πριάμοιο, τί ἢ δὲ σὺ νόσφιν ἀπʼ ἄλλων</l><l n="245">ἧσʼ ὀλιγηπελέων; ἦ πού τί σε κῆδος ἱκάνει;</l></q><l n="246"><milestone ed="P" unit="para"/>τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="247">τίς δὲ σύ ἐσσι φέριστε θεῶν ὅς μʼ εἴρεαι ἄντην;</l><l n="248">οὐκ ἀΐεις ὅ με νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν</l><l n="249">οὓς ἑτάρους ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν Αἴας</l><l n="250">χερμαδίῳ πρὸς στῆθος, ἔπαυσε δὲ θούριδος ἀλκῆς;</l><l n="251">καὶ δὴ ἔγωγʼ ἐφάμην νέκυας καὶ δῶμʼ Ἀΐδαο</l><l n="252">ἤματι τῷδʼ ἵξεσθαι, ἐπεὶ φίλον ἄϊον ἦτορ.</l></q><milestone ed="p" n="253" unit="card"/><l n="253"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·</l><q><l n="254">θάρσει νῦν· τοῖόν τοι ἀοσσητῆρα Κρονίων</l><l n="255">ἐξ Ἴδης προέηκε παρεστάμεναι καὶ ἀμύνειν</l><l n="256">Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὅς σε πάρος περ</l><l n="257">ῥύομʼ, ὁμῶς αὐτόν τε καὶ αἰπεινὸν πτολίεθρον.</l><l n="258">ἀλλʼ ἄγε νῦν ἱππεῦσιν ἐπότρυνον πολέεσσι</l><l n="259">νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν ὠκέας ἵππους·</l><l n="260">αὐτὰρ ἐγὼ προπάροιθε κιὼν ἵπποισι κέλευθον</l><l n="261">πᾶσαν λειανέω, τρέψω δʼ ἥρωας Ἀχαιούς.</l></q><l n="262"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν.</l><l n="263">ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ</l><l n="264">δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων</l><l n="265">εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο</l><l n="266">κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται</l><l n="267">ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς</l><l n="268">ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων·</l><l n="269">ὣς Ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα</l><l n="270">ὀτρύνων ἱππῆας, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.</l><l n="271">οἳ δʼ ὥς τʼ ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα</l><l n="272">ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται·</l><l n="273">τὸν μέν τʼ ἠλίβατος πέτρη καὶ δάσκιος ὕλη</l><l n="274">εἰρύσατʼ, οὐδʼ ἄρα τέ σφι κιχήμεναι αἴσιμον ἦεν·</l><l n="275">τῶν δέ θʼ ὑπὸ ἰαχῆς ἐφάνη λὶς ἠϋγένειος</l><l n="276">εἰς ὁδόν, αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶτας·</l><l n="277">ὣς Δαναοὶ εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο</l><l n="278">νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·</l><l n="279">αὐτὰρ ἐπεὶ ἴδον Ἕκτορʼ ἐποιχόμενον στίχας ἀνδρῶν</l><milestone ed="p" n="281" unit="card"/><l n="280">τάρβησαν, πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός.</l><l n="281"><milestone ed="P" unit="para"/>τοῖσι δʼ ἔπειτʼ ἀγόρευε Θόας Ἀνδραίμονος υἱός,</l><l n="282">Αἰτωλῶν ὄχʼ ἄριστος ἐπιστάμενος μὲν ἄκοντι</l><l n="283">ἐσθλὸς δʼ ἐν σταδίῃ· ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶν</l><l n="284">νίκων, ὁππότε κοῦροι ἐρίσσειαν περὶ μύθων·</l><l n="285">ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q><l n="286">ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι,</l><l n="287">οἷον δʼ αὖτʼ ἐξαῦτις ἀνέστη κῆρας ἀλύξας</l><l n="288">Ἕκτωρ· ἦ θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστου</l><l n="289">χερσὶν ὑπʼ Αἴαντος θανέειν Τελαμωνιάδαο.</l><l n="290">ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσεν</l><l n="291">Ἕκτορʼ, ὃ δὴ πολλῶν Δαναῶν ὑπὸ γούνατʼ ἔλυσεν,</l><l n="292">ὡς καὶ νῦν ἔσσεσθαι ὀΐομαι· οὐ γὰρ ἄτερ γε</l><l n="293">Ζηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν.</l><l n="294">ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.</l><l n="295">πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι·</l><l n="296">αὐτοὶ δʼ, ὅσσοι ἄριστοι ἐνὶ στρατῷ εὐχόμεθʼ εἶναι,</l><l n="297">στήομεν, εἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες</l><l n="298">δούρατʼ ἀνασχόμενοι· τὸν δʼ οἴω καὶ μεμαῶτα</l><l n="299">θυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον.</l></q><l n="300"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·</l><l n="301">οἳ μὲν ἄρʼ ἀμφʼ Αἴαντα καὶ Ἰδομενῆα ἄνακτα</l><l n="302">Τεῦκρον Μηριόνην τε Μέγην τʼ ἀτάλαντον Ἄρηϊ</l><l n="303">ὑσμίνην ἤρτυνον ἀριστῆας καλέσαντες</l><l n="304">Ἕκτορι καὶ Τρώεσσιν ἐναντίον· αὐτὰρ ὀπίσσω</l><l n="305">ἣ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο.</l><l n="306"><milestone ed="P" unit="para"/>Τρῶες δὲ προὔτυψαν ἀολλέες, ἦρχε δʼ ἄρʼ Ἕκτωρ</l><l n="307">μακρὰ βιβάς· πρόσθεν δὲ κίʼ αὐτοῦ Φοῖβος Ἀπόλλων</l><l n="308">εἱμένος ὤμοιιν νεφέλην, ἔχε δʼ αἰγίδα θοῦριν</l><l n="309">δεινὴν ἀμφιδάσειαν ἀριπρεπέʼ, ἣν ἄρα χαλκεὺς</l><l n="310">Ἥφαιστος Διὶ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν·</l><l n="311">τὴν ἄρʼ ὅ γʼ ἐν χείρεσσιν ἔχων ἡγήσατο λαῶν.</l><milestone ed="p" n="312" unit="card"/><l n="312"><milestone ed="P" unit="para"/>Ἀργεῖοι δʼ ὑπέμειναν ἀολλέες, ὦρτο δʼ ἀϋτὴ</l><l n="313">ὀξεῖʼ ἀμφοτέρωθεν, ἀπὸ νευρῆφι δʼ ὀϊστοὶ</l></div></div></body></text></TEI>