<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><q><l n="201">οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα</l><l n="202">τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε,</l><l n="203">ἦ τι μεταστρέψεις; στρεπταὶ μέν τε φρένες ἐσθλῶν.</l><l n="204">οἶσθʼ ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται.</l></q><l n="205"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·</l><q><l n="206">Ἶρι θεὰ μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες·</l><l n="207">ἐσθλὸν καὶ τὸ τέτυκται ὅτʼ ἄγγελος αἴσιμα εἰδῇ.</l><l n="208">ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει</l><l n="209">ὁππότʼ ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ</l><l n="210">νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν.</l><l n="211">ἀλλʼ ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω·</l><l n="212">ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμῷ·</l><l n="213">αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης</l><l n="214">Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο ἄνακτος</l><l n="215">Ἰλίου αἰπεινῆς πεφιδήσεται, οὐδʼ ἐθελήσει</l><l n="216">ἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν,</l><l n="217">ἴστω τοῦθʼ ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται.</l></q><l n="218"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος,</l><l n="219">δῦνε δὲ πόντον ἰών, πόθεσαν δʼ ἥρωες Ἀχαιοί.</l><milestone ed="p" n="220" unit="card"/><l n="220"><milestone ed="P" unit="para"/>καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="221">ἔρχεο νῦν φίλε Φοῖβε μεθʼ Ἕκτορα χαλκοκορυστήν·</l><l n="222">ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιος</l><l n="223">οἴχεται εἰς ἅλα δῖαν ἀλευάμενος χόλον αἰπὺν</l><l n="224">ἡμέτερον· μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι,</l><l n="225">οἵ περ ἐνέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες.</l><l n="226">ἀλλὰ τόδʼ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῷ</l><l n="227">ἔπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξε</l><l n="228">χεῖρας ἐμάς, ἐπεὶ οὔ κεν ἀνιδρωτί γʼ ἐτελέσθη.</l><l n="229">ἀλλὰ σύ γʼ ἐν χείρεσσι λάβʼ αἰγίδα θυσσανόεσσαν,</l><l n="230">τῇ μάλʼ ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς·</l><l n="231">σοὶ δʼ αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ·</l><l n="232">τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα, ὄφρʼ ἂν Ἀχαιοὶ</l><l n="233">φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκωνται.</l><l n="234">κεῖθεν δʼ αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε,</l><l n="235">ὥς κε καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο.</l></q><l n="236"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων,</l><l n="237">βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἴρηκι ἐοικὼς</l><l n="238">ὠκέϊ φασσοφόνῳ, ὅς τʼ ὤκιστος πετεηνῶν.</l><l n="239">εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον</l><l n="240">ἥμενον, οὐδʼ ἔτι κεῖτο, νέον δʼ ἐσαγείρετο θυμόν,</l><l n="241">ἀμφὶ ἓ γιγνώσκων ἑτάρους· ἀτὰρ ἆσθμα καὶ ἱδρὼς</l><l n="242">παύετʼ, ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο.</l><l n="243">ἀγχοῦ δʼ ἱστάμενος προσέφη ἑκάεργος Ἀπόλλων·</l><q><l n="244">Ἕκτορ υἱὲ Πριάμοιο, τί ἢ δὲ σὺ νόσφιν ἀπʼ ἄλλων</l><l n="245">ἧσʼ ὀλιγηπελέων; ἦ πού τί σε κῆδος ἱκάνει;</l></q><l n="246"><milestone ed="P" unit="para"/>τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="247">τίς δὲ σύ ἐσσι φέριστε θεῶν ὅς μʼ εἴρεαι ἄντην;</l><l n="248">οὐκ ἀΐεις ὅ με νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν</l><l n="249">οὓς ἑτάρους ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν Αἴας</l><l n="250">χερμαδίῳ πρὸς στῆθος, ἔπαυσε δὲ θούριδος ἀλκῆς;</l><l n="251">καὶ δὴ ἔγωγʼ ἐφάμην νέκυας καὶ δῶμʼ Ἀΐδαο</l><l n="252">ἤματι τῷδʼ ἵξεσθαι, ἐπεὶ φίλον ἄϊον ἦτορ.</l></q><milestone ed="p" n="253" unit="card"/><l n="253"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·</l><q><l n="254">θάρσει νῦν· τοῖόν τοι ἀοσσητῆρα Κρονίων</l><l n="255">ἐξ Ἴδης προέηκε παρεστάμεναι καὶ ἀμύνειν</l><l n="256">Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὅς σε πάρος περ</l></q></div></div></body></text></TEI>