<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><q><l n="201">οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα</l><l n="202">τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε,</l><l n="203">ἦ τι μεταστρέψεις; στρεπταὶ μέν τε φρένες ἐσθλῶν.</l><l n="204">οἶσθʼ ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται.</l></q><l n="205"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·</l><q><l n="206">Ἶρι θεὰ μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες·</l><l n="207">ἐσθλὸν καὶ τὸ τέτυκται ὅτʼ ἄγγελος αἴσιμα εἰδῇ.</l><l n="208">ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει</l><l n="209">ὁππότʼ ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ</l><l n="210">νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν.</l><l n="211">ἀλλʼ ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω·</l><l n="212">ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμῷ·</l><l n="213">αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης</l><l n="214">Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο ἄνακτος</l><l n="215">Ἰλίου αἰπεινῆς πεφιδήσεται, οὐδʼ ἐθελήσει</l><l n="216">ἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν,</l><l n="217">ἴστω τοῦθʼ ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται.</l></q><l n="218"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος,</l><l n="219">δῦνε δὲ πόντον ἰών, πόθεσαν δʼ ἥρωες Ἀχαιοί.</l><milestone ed="p" n="220" unit="card"/><l n="220"><milestone ed="P" unit="para"/>καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="221">ἔρχεο νῦν φίλε Φοῖβε μεθʼ Ἕκτορα χαλκοκορυστήν·</l><l n="222">ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιος</l></q></div></div></body></text></TEI>