<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><q><l n="179">ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξων</l><l n="180">ἐνθάδʼ ἐλεύσεσθαι· σὲ δʼ ὑπεξαλέασθαι ἄνωγε</l><l n="181">χεῖρας, ἐπεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εἶναι</l><l n="182">καὶ γενεῇ πρότερος· σὸν δʼ οὐκ ὄθεται φίλον ἦτορ</l><l n="183">ἶσόν οἱ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.</l></q><milestone ed="p" n="184" unit="card"/><l n="184"><milestone ed="P" unit="para"/>τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος·</l><q><l n="185">ὢ πόποι ἦ ῥʼ ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν</l><l n="186">εἴ μʼ ὁμότιμον ἐόντα βίῃ ἀέκοντα καθέξει.</l><l n="187">τρεῖς γάρ τʼ ἐκ Κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκετο Ῥέα</l><l n="188">Ζεὺς καὶ ἐγώ, τρίτατος δʼ Ἀΐδης ἐνέροισιν ἀνάσσων.</l><l n="189">τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δʼ ἔμμορε τιμῆς·</l><l n="190">ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ</l><l n="191">παλλομένων, Ἀΐδης δʼ ἔλαχε ζόφον ἠερόεντα,</l><l n="192">Ζεὺς δʼ ἔλαχʼ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι·</l><l n="193">γαῖα δʼ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.</l><l n="194">τώ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλος</l><l n="195">καὶ κρατερός περ ἐὼν μενέτω τριτάτῃ ἐνὶ μοίρῃ.</l><l n="196">χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω·</l><l n="197">θυγατέρεσσιν γάρ τε καὶ υἱάσι βέλτερον εἴη</l><l n="198">ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν οὓς τέκεν αὐτός,</l><l n="199">οἵ ἑθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ.</l></q><l n="200"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα ποδήνεμος ὠκέα Ἶρις·</l></div></div></body></text></TEI>