<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><q><l n="16">οὐ μὰν οἶδʼ εἰ αὖτε κακορραφίης ἀλεγεινῆς</l><l n="17">πρώτη ἐπαύρηαι καί σε πληγῇσιν ἱμάσσω.</l><l n="18">ἦ οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν</l><l n="19">ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα</l><l n="20">χρύσεον ἄρρηκτον; σὺ δʼ ἐν αἰθέρι καὶ νεφέλῃσιν</l><l n="21">ἐκρέμω· ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον,</l><l n="22">λῦσαι δʼ οὐκ ἐδύναντο παρασταδόν· ὃν δὲ λάβοιμι</l><l n="23">ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ ὄφρʼ ἂν ἵκηται</l><l n="24">γῆν ὀλιγηπελέων· ἐμὲ δʼ οὐδʼ ὧς θυμὸν ἀνίει</l></q></div></div></body></text></TEI>