οὐ μὰν οἶδʼ εἰ αὖτε κακορραφίης ἀλεγεινῆς πρώτη ἐπαύρηαι καί σε πληγῇσιν ἱμάσσω. ἦ οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα χρύσεον ἄρρηκτον; σὺ δʼ ἐν αἰθέρι καὶ νεφέλῃσιν ἐκρέμω· ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον, λῦσαι δʼ οὐκ ἐδύναντο παρασταδόν· ὃν δὲ λάβοιμι ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ ὄφρʼ ἂν ἵκηται γῆν ὀλιγηπελέων· ἐμὲ δʼ οὐδʼ ὧς θυμὸν ἀνίει