ἣ μὲν ἄρʼ ὣς εἰποῦσα πάλιν κίε πότνια Ἥρη, ἕζετο δʼ εἰνὶ θρόνῳ· τὼ δʼ ἀΐξαντε πετέσθην. Ἴδην δʼ ἵκανον πολυπίδακα μητέρα θηρῶν, εὗρον δʼ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ ἥμενον· ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο. τὼ δὲ πάροιθʼ ἐλθόντε Διὸς νεφεληγερέταο στήτην· οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ, ὅττί οἱ ὦκʼ ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην. Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα· βάσκʼ ἴθι Ἶρι ταχεῖα, Ποσειδάωνι ἄνακτι πάντα τάδʼ ἀγγεῖλαι, μὴ δὲ ψευδάγγελος εἶναι. παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν. εἰ δέ μοι οὐκ ἐπέεσσʼ ἐπιπείσεται, ἀλλʼ ἀλογήσει, φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν μή μʼ οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ μεῖναι, ἐπεί εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναι καὶ γενεῇ πρότερος· τοῦ δʼ οὐκ ὄθεται φίλον ἦτορ ἶσον ἐμοὶ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις, βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν. ὡς δʼ ὅτʼ ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα ψυχρὴ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο, ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις, ἀγχοῦ δʼ ἱσταμένη προσέφη κλυτὸν ἐννοσίγαιον· ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο. παυσάμενόν σʼ ἐκέλευσε μάχης ἠδὲ πτολέμοιο ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν. εἰ δέ οἱ οὐκ ἐπέεσσʼ ἐπιπείσεαι, ἀλλʼ ἀλογήσεις, ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξων ἐνθάδʼ ἐλεύσεσθαι· σὲ δʼ ὑπεξαλέασθαι ἄνωγε χεῖρας, ἐπεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εἶναι καὶ γενεῇ πρότερος· σὸν δʼ οὐκ ὄθεται φίλον ἦτορ ἶσόν οἱ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι. τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος· ὢ πόποι ἦ ῥʼ ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν εἴ μʼ ὁμότιμον ἐόντα βίῃ ἀέκοντα καθέξει. τρεῖς γάρ τʼ ἐκ Κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκετο Ῥέα Ζεὺς καὶ ἐγώ, τρίτατος δʼ Ἀΐδης ἐνέροισιν ἀνάσσων. τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δʼ ἔμμορε τιμῆς· ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ παλλομένων, Ἀΐδης δʼ ἔλαχε ζόφον ἠερόεντα, Ζεὺς δʼ ἔλαχʼ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι· γαῖα δʼ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος. τώ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλος καὶ κρατερός περ ἐὼν μενέτω τριτάτῃ ἐνὶ μοίρῃ. χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω· θυγατέρεσσιν γάρ τε καὶ υἱάσι βέλτερον εἴη ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν οὓς τέκεν αὐτός, οἵ ἑθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ. τὸν δʼ ἠμείβετʼ ἔπειτα ποδήνεμος ὠκέα Ἶρις· οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε, ἦ τι μεταστρέψεις; στρεπταὶ μέν τε φρένες ἐσθλῶν. οἶσθʼ ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται. τὴν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων· Ἶρι θεὰ μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες· ἐσθλὸν καὶ τὸ τέτυκται ὅτʼ ἄγγελος αἴσιμα εἰδῇ. ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει ὁππότʼ ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν. ἀλλʼ ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω· ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμῷ· αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο ἄνακτος Ἰλίου αἰπεινῆς πεφιδήσεται, οὐδʼ ἐθελήσει ἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν, ἴστω τοῦθʼ ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται. ὣς εἰπὼν λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος, δῦνε δὲ πόντον ἰών, πόθεσαν δʼ ἥρωες Ἀχαιοί. καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς· ἔρχεο νῦν φίλε Φοῖβε μεθʼ Ἕκτορα χαλκοκορυστήν· ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιος οἴχεται εἰς ἅλα δῖαν ἀλευάμενος χόλον αἰπὺν ἡμέτερον· μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι, οἵ περ ἐνέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες. ἀλλὰ τόδʼ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῷ ἔπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξε χεῖρας ἐμάς, ἐπεὶ οὔ κεν ἀνιδρωτί γʼ ἐτελέσθη. ἀλλὰ σύ γʼ ἐν χείρεσσι λάβʼ αἰγίδα θυσσανόεσσαν, τῇ μάλʼ ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς· σοὶ δʼ αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ· τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα, ὄφρʼ ἂν Ἀχαιοὶ φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκωνται. κεῖθεν δʼ αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε, ὥς κε καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο. ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων, βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἴρηκι ἐοικὼς ὠκέϊ φασσοφόνῳ, ὅς τʼ ὤκιστος πετεηνῶν. εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον ἥμενον, οὐδʼ ἔτι κεῖτο, νέον δʼ ἐσαγείρετο θυμόν, ἀμφὶ ἓ γιγνώσκων ἑτάρους· ἀτὰρ ἆσθμα καὶ ἱδρὼς παύετʼ, ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο. ἀγχοῦ δʼ ἱστάμενος προσέφη ἑκάεργος Ἀπόλλων· Ἕκτορ υἱὲ Πριάμοιο, τί ἢ δὲ σὺ νόσφιν ἀπʼ ἄλλων ἧσʼ ὀλιγηπελέων; ἦ πού τί σε κῆδος ἱκάνει; τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·