<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><q><l n="146">Ζεὺς σφὼ εἰς Ἴδην κέλετʼ ἐλθέμεν ὅττι τάχιστα·</l><l n="147">αὐτὰρ ἐπὴν ἔλθητε, Διός τʼ εἰς ὦπα ἴδησθε,</l><l n="148">ἕρδειν ὅττί κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ.</l><milestone ed="p" n="149" unit="card"/></q><l n="149"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσα πάλιν κίε πότνια Ἥρη,</l><l n="150">ἕζετο δʼ εἰνὶ θρόνῳ· τὼ δʼ ἀΐξαντε πετέσθην.</l><l n="151">Ἴδην δʼ ἵκανον πολυπίδακα μητέρα θηρῶν,</l><l n="152">εὗρον δʼ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ</l><l n="153">ἥμενον· ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο.</l><l n="154">τὼ δὲ πάροιθʼ ἐλθόντε Διὸς νεφεληγερέταο</l><l n="155">στήτην· οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ,</l><l n="156">ὅττί οἱ ὦκʼ ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην.</l><l n="157">Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="158">βάσκʼ ἴθι Ἶρι ταχεῖα, Ποσειδάωνι ἄνακτι</l><l n="159">πάντα τάδʼ ἀγγεῖλαι, μὴ δὲ ψευδάγγελος εἶναι.</l><l n="160">παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο</l><l n="161">ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.</l><l n="162">εἰ δέ μοι οὐκ ἐπέεσσʼ ἐπιπείσεται, ἀλλʼ ἀλογήσει,</l><l n="163">φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν</l><l n="164">μή μʼ οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ</l><l n="165">μεῖναι, ἐπεί εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναι</l><l n="166">καὶ γενεῇ πρότερος· τοῦ δʼ οὐκ ὄθεται φίλον ἦτορ</l><l n="167">ἶσον ἐμοὶ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.</l></q><l n="168"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,</l><l n="169">βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.</l><l n="170">ὡς δʼ ὅτʼ ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα</l><l n="171">ψυχρὴ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,</l><l n="172">ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις,</l><l n="173">ἀγχοῦ δʼ ἱσταμένη προσέφη κλυτὸν ἐννοσίγαιον·</l><q><l n="174">ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα</l><l n="175">ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο.</l><l n="176">παυσάμενόν σʼ ἐκέλευσε μάχης ἠδὲ πτολέμοιο</l><l n="177">ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.</l><l n="178">εἰ δέ οἱ οὐκ ἐπέεσσʼ ἐπιπείσεαι, ἀλλʼ ἀλογήσεις,</l><l n="179">ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξων</l><l n="180">ἐνθάδʼ ἐλεύσεσθαι· σὲ δʼ ὑπεξαλέασθαι ἄνωγε</l><l n="181">χεῖρας, ἐπεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εἶναι</l><l n="182">καὶ γενεῇ πρότερος· σὸν δʼ οὐκ ὄθεται φίλον ἦτορ</l><l n="183">ἶσόν οἱ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.</l></q><milestone ed="p" n="184" unit="card"/><l n="184"><milestone ed="P" unit="para"/>τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος·</l><q><l n="185">ὢ πόποι ἦ ῥʼ ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν</l><l n="186">εἴ μʼ ὁμότιμον ἐόντα βίῃ ἀέκοντα καθέξει.</l><l n="187">τρεῖς γάρ τʼ ἐκ Κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκετο Ῥέα</l><l n="188">Ζεὺς καὶ ἐγώ, τρίτατος δʼ Ἀΐδης ἐνέροισιν ἀνάσσων.</l><l n="189">τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δʼ ἔμμορε τιμῆς·</l><l n="190">ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ</l><l n="191">παλλομένων, Ἀΐδης δʼ ἔλαχε ζόφον ἠερόεντα,</l><l n="192">Ζεὺς δʼ ἔλαχʼ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι·</l><l n="193">γαῖα δʼ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.</l><l n="194">τώ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλος</l><l n="195">καὶ κρατερός περ ἐὼν μενέτω τριτάτῃ ἐνὶ μοίρῃ.</l><l n="196">χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω·</l><l n="197">θυγατέρεσσιν γάρ τε καὶ υἱάσι βέλτερον εἴη</l><l n="198">ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν οὓς τέκεν αὐτός,</l><l n="199">οἵ ἑθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ.</l></q><l n="200"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα ποδήνεμος ὠκέα Ἶρις·</l><q><l n="201">οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα</l><l n="202">τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε,</l><l n="203">ἦ τι μεταστρέψεις; στρεπταὶ μέν τε φρένες ἐσθλῶν.</l><l n="204">οἶσθʼ ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται.</l></q><l n="205"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων·</l><q><l n="206">Ἶρι θεὰ μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες·</l><l n="207">ἐσθλὸν καὶ τὸ τέτυκται ὅτʼ ἄγγελος αἴσιμα εἰδῇ.</l><l n="208">ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει</l><l n="209">ὁππότʼ ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ</l><l n="210">νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν.</l><l n="211">ἀλλʼ ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω·</l><l n="212">ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμῷ·</l><l n="213">αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης</l><l n="214">Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο ἄνακτος</l><l n="215">Ἰλίου αἰπεινῆς πεφιδήσεται, οὐδʼ ἐθελήσει</l><l n="216">ἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν,</l><l n="217">ἴστω τοῦθʼ ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται.</l></q><l n="218"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος,</l><l n="219">δῦνε δὲ πόντον ἰών, πόθεσαν δʼ ἥρωες Ἀχαιοί.</l><milestone ed="p" n="220" unit="card"/><l n="220"><milestone ed="P" unit="para"/>καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="221">ἔρχεο νῦν φίλε Φοῖβε μεθʼ Ἕκτορα χαλκοκορυστήν·</l><l n="222">ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιος</l><l n="223">οἴχεται εἰς ἅλα δῖαν ἀλευάμενος χόλον αἰπὺν</l><l n="224">ἡμέτερον· μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι,</l><l n="225">οἵ περ ἐνέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες.</l><l n="226">ἀλλὰ τόδʼ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῷ</l><l n="227">ἔπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξε</l><l n="228">χεῖρας ἐμάς, ἐπεὶ οὔ κεν ἀνιδρωτί γʼ ἐτελέσθη.</l><l n="229">ἀλλὰ σύ γʼ ἐν χείρεσσι λάβʼ αἰγίδα θυσσανόεσσαν,</l><l n="230">τῇ μάλʼ ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς·</l><l n="231">σοὶ δʼ αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ·</l><l n="232">τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα, ὄφρʼ ἂν Ἀχαιοὶ</l><l n="233">φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκωνται.</l><l n="234">κεῖθεν δʼ αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε,</l><l n="235">ὥς κε καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο.</l></q><l n="236"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων,</l><l n="237">βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἴρηκι ἐοικὼς</l><l n="238">ὠκέϊ φασσοφόνῳ, ὅς τʼ ὤκιστος πετεηνῶν.</l><l n="239">εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον</l><l n="240">ἥμενον, οὐδʼ ἔτι κεῖτο, νέον δʼ ἐσαγείρετο θυμόν,</l><l n="241">ἀμφὶ ἓ γιγνώσκων ἑτάρους· ἀτὰρ ἆσθμα καὶ ἱδρὼς</l><l n="242">παύετʼ, ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο.</l><l n="243">ἀγχοῦ δʼ ἱστάμενος προσέφη ἑκάεργος Ἀπόλλων·</l><q><l n="244">Ἕκτορ υἱὲ Πριάμοιο, τί ἢ δὲ σὺ νόσφιν ἀπʼ ἄλλων</l><l n="245">ἧσʼ ὀλιγηπελέων; ἦ πού τί σε κῆδος ἱκάνει;</l></q><l n="246"><milestone ed="P" unit="para"/>τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ·</l><q><l n="247">τίς δὲ σύ ἐσσι φέριστε θεῶν ὅς μʼ εἴρεαι ἄντην;</l><l n="248">οὐκ ἀΐεις ὅ με νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν</l><l n="249">οὓς ἑτάρους ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν Αἴας</l><l n="250">χερμαδίῳ πρὸς στῆθος, ἔπαυσε δὲ θούριδος ἀλκῆς;</l><l n="251">καὶ δὴ ἔγωγʼ ἐφάμην νέκυας καὶ δῶμʼ Ἀΐδαο</l><l n="252">ἤματι τῷδʼ ἵξεσθαι, ἐπεὶ φίλον ἄϊον ἦτορ.</l></q><milestone ed="p" n="253" unit="card"/><l n="253"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων·</l><q><l n="254">θάρσει νῦν· τοῖόν τοι ἀοσσητῆρα Κρονίων</l><l n="255">ἐξ Ἴδης προέηκε παρεστάμεναι καὶ ἀμύνειν</l><l n="256">Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὅς σε πάρος περ</l><l n="257">ῥύομʼ, ὁμῶς αὐτόν τε καὶ αἰπεινὸν πτολίεθρον.</l><l n="258">ἀλλʼ ἄγε νῦν ἱππεῦσιν ἐπότρυνον πολέεσσι</l><l n="259">νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν ὠκέας ἵππους·</l><l n="260">αὐτὰρ ἐγὼ προπάροιθε κιὼν ἵπποισι κέλευθον</l><l n="261">πᾶσαν λειανέω, τρέψω δʼ ἥρωας Ἀχαιούς.</l></q><l n="262"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν.</l><l n="263">ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ</l><l n="264">δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων</l><l n="265">εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο</l><l n="266">κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται</l><l n="267">ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς</l><l n="268">ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων·</l><l n="269">ὣς Ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα</l><l n="270">ὀτρύνων ἱππῆας, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν.</l><l n="271">οἳ δʼ ὥς τʼ ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα</l><l n="272">ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται·</l><l n="273">τὸν μέν τʼ ἠλίβατος πέτρη καὶ δάσκιος ὕλη</l><l n="274">εἰρύσατʼ, οὐδʼ ἄρα τέ σφι κιχήμεναι αἴσιμον ἦεν·</l><l n="275">τῶν δέ θʼ ὑπὸ ἰαχῆς ἐφάνη λὶς ἠϋγένειος</l><l n="276">εἰς ὁδόν, αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶτας·</l><l n="277">ὣς Δαναοὶ εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο</l><l n="278">νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν·</l><l n="279">αὐτὰρ ἐπεὶ ἴδον Ἕκτορʼ ἐποιχόμενον στίχας ἀνδρῶν</l><milestone ed="p" n="281" unit="card"/><l n="280">τάρβησαν, πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός.</l><l n="281"><milestone ed="P" unit="para"/>τοῖσι δʼ ἔπειτʼ ἀγόρευε Θόας Ἀνδραίμονος υἱός,</l><l n="282">Αἰτωλῶν ὄχʼ ἄριστος ἐπιστάμενος μὲν ἄκοντι</l><l n="283">ἐσθλὸς δʼ ἐν σταδίῃ· ἀγορῇ δέ ἑ παῦροι Ἀχαιῶν</l><l n="284">νίκων, ὁππότε κοῦροι ἐρίσσειαν περὶ μύθων·</l><l n="285">ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·</l><q><l n="286">ὢ πόποι ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι,</l><l n="287">οἷον δʼ αὖτʼ ἐξαῦτις ἀνέστη κῆρας ἀλύξας</l><l n="288">Ἕκτωρ· ἦ θήν μιν μάλα ἔλπετο θυμὸς ἑκάστου</l><l n="289">χερσὶν ὑπʼ Αἴαντος θανέειν Τελαμωνιάδαο.</l><l n="290">ἀλλά τις αὖτε θεῶν ἐρρύσατο καὶ ἐσάωσεν</l><l n="291">Ἕκτορʼ, ὃ δὴ πολλῶν Δαναῶν ὑπὸ γούνατʼ ἔλυσεν,</l><l n="292">ὡς καὶ νῦν ἔσσεσθαι ὀΐομαι· οὐ γὰρ ἄτερ γε</l><l n="293">Ζηνὸς ἐριγδούπου πρόμος ἵσταται ὧδε μενοινῶν.</l><l n="294">ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.</l><l n="295">πληθὺν μὲν ποτὶ νῆας ἀνώξομεν ἀπονέεσθαι·</l><l n="296">αὐτοὶ δʼ, ὅσσοι ἄριστοι ἐνὶ στρατῷ εὐχόμεθʼ εἶναι,</l><l n="297">στήομεν, εἴ κεν πρῶτον ἐρύξομεν ἀντιάσαντες</l><l n="298">δούρατʼ ἀνασχόμενοι· τὸν δʼ οἴω καὶ μεμαῶτα</l><l n="299">θυμῷ δείσεσθαι Δαναῶν καταδῦναι ὅμιλον.</l></q></div></div></body></text></TEI>