<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><q><l n="135">αὐτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺς</l><l n="136">λείψει, ὃ δʼ ἡμέας εἶσι κυδοιμήσων ἐς Ὄλυμπον,</l><l n="137">μάρψει δʼ ἑξείης ὅς τʼ αἴτιος ὅς τε καὶ οὐκί.</l><l n="138">τώ σʼ αὖ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος·</l><l n="139">ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνων</l><l n="140">ἢ πέφατʼ, ἢ καὶ ἔπειτα πεφήσεται· ἀργαλέον δὲ</l><l n="141">πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε.</l></q><l n="142"><milestone ed="P" unit="para"/>ὣς εἰποῦσʼ ἵδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα.</l><l n="143">Ἥρη δʼ Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸς</l><l n="144">Ἶρίν θʼ, ἥ τε θεοῖσι μετάγγελος ἀθανάτοισι,</l><l n="145">καί σφεας φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="146">Ζεὺς σφὼ εἰς Ἴδην κέλετʼ ἐλθέμεν ὅττι τάχιστα·</l><l n="147">αὐτὰρ ἐπὴν ἔλθητε, Διός τʼ εἰς ὦπα ἴδησθε,</l><l n="148">ἕρδειν ὅττί κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ.</l><milestone ed="p" n="149" unit="card"/></q><l n="149"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσα πάλιν κίε πότνια Ἥρη,</l><l n="150">ἕζετο δʼ εἰνὶ θρόνῳ· τὼ δʼ ἀΐξαντε πετέσθην.</l><l n="151">Ἴδην δʼ ἵκανον πολυπίδακα μητέρα θηρῶν,</l><l n="152">εὗρον δʼ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ</l><l n="153">ἥμενον· ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο.</l><l n="154">τὼ δὲ πάροιθʼ ἐλθόντε Διὸς νεφεληγερέταο</l><l n="155">στήτην· οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ,</l><l n="156">ὅττί οἱ ὦκʼ ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην.</l></div></div></body></text></TEI>