<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><q><l n="128">μαινόμενε φρένας ἠλὲ διέφθορας· ἦ νύ τοι αὔτως</l><l n="129">οὔατʼ ἀκουέμεν ἐστί, νόος δʼ ἀπόλωλε καὶ αἰδώς.</l><l n="130">οὐκ ἀΐεις ἅ τέ φησι θεὰ λευκώλενος Ἥρη</l><l n="131">ἣ δὴ νῦν πὰρ Ζηνὸς Ὀλυμπίου εἰλήλουθεν;</l><l n="132">ἦ ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ</l><l n="133">ἂψ ἴμεν Οὔλυμπον δὲ καὶ ἀχνύμενός περ ἀνάγκῃ,</l><l n="134">αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι;</l><l n="135">αὐτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺς</l><l n="136">λείψει, ὃ δʼ ἡμέας εἶσι κυδοιμήσων ἐς Ὄλυμπον,</l><l n="137">μάρψει δʼ ἑξείης ὅς τʼ αἴτιος ὅς τε καὶ οὐκί.</l><l n="138">τώ σʼ αὖ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος·</l><l n="139">ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνων</l><l n="140">ἢ πέφατʼ, ἢ καὶ ἔπειτα πεφήσεται· ἀργαλέον δὲ</l><l n="141">πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε.</l></q><l n="142"><milestone ed="P" unit="para"/>ὣς εἰποῦσʼ ἵδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα.</l><l n="143">Ἥρη δʼ Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸς</l><l n="144">Ἶρίν θʼ, ἥ τε θεοῖσι μετάγγελος ἀθανάτοισι,</l><l n="145">καί σφεας φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="146">Ζεὺς σφὼ εἰς Ἴδην κέλετʼ ἐλθέμεν ὅττι τάχιστα·</l><l n="147">αὐτὰρ ἐπὴν ἔλθητε, Διός τʼ εἰς ὦπα ἴδησθε,</l><l n="148">ἕρδειν ὅττί κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ.</l><milestone ed="p" n="149" unit="card"/></q><l n="149"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσα πάλιν κίε πότνια Ἥρη,</l><l n="150">ἕζετο δʼ εἰνὶ θρόνῳ· τὼ δʼ ἀΐξαντε πετέσθην.</l><l n="151">Ἴδην δʼ ἵκανον πολυπίδακα μητέρα θηρῶν,</l><l n="152">εὗρον δʼ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ</l><l n="153">ἥμενον· ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο.</l><l n="154">τὼ δὲ πάροιθʼ ἐλθόντε Διὸς νεφεληγερέταο</l><l n="155">στήτην· οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ,</l><l n="156">ὅττί οἱ ὦκʼ ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην.</l><l n="157">Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="158">βάσκʼ ἴθι Ἶρι ταχεῖα, Ποσειδάωνι ἄνακτι</l><l n="159">πάντα τάδʼ ἀγγεῖλαι, μὴ δὲ ψευδάγγελος εἶναι.</l><l n="160">παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο</l><l n="161">ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.</l><l n="162">εἰ δέ μοι οὐκ ἐπέεσσʼ ἐπιπείσεται, ἀλλʼ ἀλογήσει,</l><l n="163">φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν</l><l n="164">μή μʼ οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ</l><l n="165">μεῖναι, ἐπεί εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναι</l></q></div></div></body></text></TEI>