μαινόμενε φρένας ἠλὲ διέφθορας· ἦ νύ τοι αὔτως οὔατʼ ἀκουέμεν ἐστί, νόος δʼ ἀπόλωλε καὶ αἰδώς. οὐκ ἀΐεις ἅ τέ φησι θεὰ λευκώλενος Ἥρη ἣ δὴ νῦν πὰρ Ζηνὸς Ὀλυμπίου εἰλήλουθεν; ἦ ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ ἂψ ἴμεν Οὔλυμπον δὲ καὶ ἀχνύμενός περ ἀνάγκῃ, αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι; αὐτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺς λείψει, ὃ δʼ ἡμέας εἶσι κυδοιμήσων ἐς Ὄλυμπον, μάρψει δʼ ἑξείης ὅς τʼ αἴτιος ὅς τε καὶ οὐκί. τώ σʼ αὖ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος· ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνων ἢ πέφατʼ, ἢ καὶ ἔπειτα πεφήσεται· ἀργαλέον δὲ πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε. ὣς εἰποῦσʼ ἵδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα. Ἥρη δʼ Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸς Ἶρίν θʼ, ἥ τε θεοῖσι μετάγγελος ἀθανάτοισι, καί σφεας φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· Ζεὺς σφὼ εἰς Ἴδην κέλετʼ ἐλθέμεν ὅττι τάχιστα· αὐτὰρ ἐπὴν ἔλθητε, Διός τʼ εἰς ὦπα ἴδησθε, ἕρδειν ὅττί κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ. ἣ μὲν ἄρʼ ὣς εἰποῦσα πάλιν κίε πότνια Ἥρη, ἕζετο δʼ εἰνὶ θρόνῳ· τὼ δʼ ἀΐξαντε πετέσθην. Ἴδην δʼ ἵκανον πολυπίδακα μητέρα θηρῶν, εὗρον δʼ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ ἥμενον· ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο. τὼ δὲ πάροιθʼ ἐλθόντε Διὸς νεφεληγερέταο στήτην· οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ, ὅττί οἱ ὦκʼ ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην. Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα· βάσκʼ ἴθι Ἶρι ταχεῖα, Ποσειδάωνι ἄνακτι πάντα τάδʼ ἀγγεῖλαι, μὴ δὲ ψευδάγγελος εἶναι. παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν. εἰ δέ μοι οὐκ ἐπέεσσʼ ἐπιπείσεται, ἀλλʼ ἀλογήσει, φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν μή μʼ οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ μεῖναι, ἐπεί εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναι