<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><l n="113"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼ</l><l n="114">χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·</l><q><l n="115">μὴ νῦν μοι νεμεσήσετʼ Ὀλύμπια δώματʼ ἔχοντες</l><l n="116">τίσασθαι φόνον υἷος ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,</l><l n="117">εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ</l><l n="118">κεῖσθαι ὁμοῦ νεκύεσσι μεθʼ αἵματι καὶ κονίῃσιν.</l></q><l n="119"><milestone ed="P" unit="para"/>ὣς φάτο, καί ῥʼ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε</l><l n="120">ζευγνύμεν, αὐτὸς δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα.</l><l n="121">ἔνθά κʼ ἔτι μείζων τε καὶ ἀργαλεώτερος ἄλλος</l><l n="122">πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη,</l><l n="123">εἰ μὴ Ἀθήνη πᾶσι περιδείσασα θεοῖσιν</l><l n="124">ὦρτο διὲκ προθύρου, λίπε δὲ θρόνον ἔνθα θάασσε,</l><l n="125">τοῦ δʼ ἀπὸ μὲν κεφαλῆς κόρυθʼ εἵλετο καὶ σάκος ὤμων,</l><l n="126">ἔγχος δʼ ἔστησε στιβαρῆς ἀπὸ χειρὸς ἑλοῦσα</l><l n="127">χάλκεον· ἣ δʼ ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα·</l><q><l n="128">μαινόμενε φρένας ἠλὲ διέφθορας· ἦ νύ τοι αὔτως</l><l n="129">οὔατʼ ἀκουέμεν ἐστί, νόος δʼ ἀπόλωλε καὶ αἰδώς.</l><l n="130">οὐκ ἀΐεις ἅ τέ φησι θεὰ λευκώλενος Ἥρη</l><l n="131">ἣ δὴ νῦν πὰρ Ζηνὸς Ὀλυμπίου εἰλήλουθεν;</l><l n="132">ἦ ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ</l><l n="133">ἂψ ἴμεν Οὔλυμπον δὲ καὶ ἀχνύμενός περ ἀνάγκῃ,</l><l n="134">αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι;</l></q></div></div></body></text></TEI>