οὐδʼ ὄθεται· φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσι κάρτεΐ τε σθένεΐ τε διακριδὸν εἶναι ἄριστος. τὼ ἔχεθʼ ὅττί κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ. ἤδη γὰρ νῦν ἔλπομʼ Ἄρηΐ γε πῆμα τετύχθαι· υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι φίλτατος ἀνδρῶν Ἀσκάλαφος, τόν φησιν ὃν ἔμμεναι ὄβριμος Ἄρης. ὣς ἔφατʼ, αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼ χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα· μὴ νῦν μοι νεμεσήσετʼ Ὀλύμπια δώματʼ ἔχοντες τίσασθαι φόνον υἷος ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν, εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ κεῖσθαι ὁμοῦ νεκύεσσι μεθʼ αἵματι καὶ κονίῃσιν. ὣς φάτο, καί ῥʼ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε ζευγνύμεν, αὐτὸς δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα. ἔνθά κʼ ἔτι μείζων τε καὶ ἀργαλεώτερος ἄλλος πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη, εἰ μὴ Ἀθήνη πᾶσι περιδείσασα θεοῖσιν ὦρτο διὲκ προθύρου, λίπε δὲ θρόνον ἔνθα θάασσε, τοῦ δʼ ἀπὸ μὲν κεφαλῆς κόρυθʼ εἵλετο καὶ σάκος ὤμων, ἔγχος δʼ ἔστησε στιβαρῆς ἀπὸ χειρὸς ἑλοῦσα χάλκεον· ἣ δʼ ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα· μαινόμενε φρένας ἠλὲ διέφθορας· ἦ νύ τοι αὔτως οὔατʼ ἀκουέμεν ἐστί, νόος δʼ ἀπόλωλε καὶ αἰδώς. οὐκ ἀΐεις ἅ τέ φησι θεὰ λευκώλενος Ἥρη ἣ δὴ νῦν πὰρ Ζηνὸς Ὀλυμπίου εἰλήλουθεν; ἦ ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ ἂψ ἴμεν Οὔλυμπον δὲ καὶ ἀχνύμενός περ ἀνάγκῃ, αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι; αὐτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺς λείψει, ὃ δʼ ἡμέας εἶσι κυδοιμήσων ἐς Ὄλυμπον, μάρψει δʼ ἑξείης ὅς τʼ αἴτιος ὅς τε καὶ οὐκί. τώ σʼ αὖ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος· ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνων ἢ πέφατʼ, ἢ καὶ ἔπειτα πεφήσεται· ἀργαλέον δὲ πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε. ὣς εἰποῦσʼ ἵδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα. Ἥρη δʼ Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸς Ἶρίν θʼ, ἥ τε θεοῖσι μετάγγελος ἀθανάτοισι, καί σφεας φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα· Ζεὺς σφὼ εἰς Ἴδην κέλετʼ ἐλθέμεν ὅττι τάχιστα· αὐτὰρ ἐπὴν ἔλθητε, Διός τʼ εἰς ὦπα ἴδησθε, ἕρδειν ὅττί κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ. ἣ μὲν ἄρʼ ὣς εἰποῦσα πάλιν κίε πότνια Ἥρη, ἕζετο δʼ εἰνὶ θρόνῳ· τὼ δʼ ἀΐξαντε πετέσθην. Ἴδην δʼ ἵκανον πολυπίδακα μητέρα θηρῶν, εὗρον δʼ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ ἥμενον· ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο. τὼ δὲ πάροιθʼ ἐλθόντε Διὸς νεφεληγερέταο στήτην· οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ, ὅττί οἱ ὦκʼ ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην. Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα· βάσκʼ ἴθι Ἶρι ταχεῖα, Ποσειδάωνι ἄνακτι πάντα τάδʼ ἀγγεῖλαι, μὴ δὲ ψευδάγγελος εἶναι. παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν. εἰ δέ μοι οὐκ ἐπέεσσʼ ἐπιπείσεται, ἀλλʼ ἀλογήσει, φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν μή μʼ οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ μεῖναι, ἐπεί εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναι καὶ γενεῇ πρότερος· τοῦ δʼ οὐκ ὄθεται φίλον ἦτορ ἶσον ἐμοὶ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις, βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν. ὡς δʼ ὅτʼ ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα ψυχρὴ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο, ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις, ἀγχοῦ δʼ ἱσταμένη προσέφη κλυτὸν ἐννοσίγαιον· ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο. παυσάμενόν σʼ ἐκέλευσε μάχης ἠδὲ πτολέμοιο ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν. εἰ δέ οἱ οὐκ ἐπέεσσʼ ἐπιπείσεαι, ἀλλʼ ἀλογήσεις, ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξων ἐνθάδʼ ἐλεύσεσθαι· σὲ δʼ ὑπεξαλέασθαι ἄνωγε χεῖρας, ἐπεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εἶναι καὶ γενεῇ πρότερος· σὸν δʼ οὐκ ὄθεται φίλον ἦτορ ἶσόν οἱ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι. τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος· ὢ πόποι ἦ ῥʼ ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν εἴ μʼ ὁμότιμον ἐόντα βίῃ ἀέκοντα καθέξει. τρεῖς γάρ τʼ ἐκ Κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκετο Ῥέα Ζεὺς καὶ ἐγώ, τρίτατος δʼ Ἀΐδης ἐνέροισιν ἀνάσσων. τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δʼ ἔμμορε τιμῆς· ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ παλλομένων, Ἀΐδης δʼ ἔλαχε ζόφον ἠερόεντα, Ζεὺς δʼ ἔλαχʼ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι· γαῖα δʼ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος. τώ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλος καὶ κρατερός περ ἐὼν μενέτω τριτάτῃ ἐνὶ μοίρῃ. χερσὶ δὲ μή τί με πάγχυ κακὸν ὣς δειδισσέσθω· θυγατέρεσσιν γάρ τε καὶ υἱάσι βέλτερον εἴη ἐκπάγλοις ἐπέεσσιν ἐνισσέμεν οὓς τέκεν αὐτός, οἵ ἑθεν ὀτρύνοντος ἀκούσονται καὶ ἀνάγκῃ. τὸν δʼ ἠμείβετʼ ἔπειτα ποδήνεμος ὠκέα Ἶρις· οὕτω γὰρ δή τοι γαιήοχε κυανοχαῖτα τόνδε φέρω Διὶ μῦθον ἀπηνέα τε κρατερόν τε, ἦ τι μεταστρέψεις; στρεπταὶ μέν τε φρένες ἐσθλῶν. οἶσθʼ ὡς πρεσβυτέροισιν Ἐρινύες αἰὲν ἕπονται. τὴν δʼ αὖτε προσέειπε Ποσειδάων ἐνοσίχθων· Ἶρι θεὰ μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔειπες· ἐσθλὸν καὶ τὸ τέτυκται ὅτʼ ἄγγελος αἴσιμα εἰδῇ. ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει ὁππότʼ ἂν ἰσόμορον καὶ ὁμῇ πεπρωμένον αἴσῃ νεικείειν ἐθέλῃσι χολωτοῖσιν ἐπέεσσιν. ἀλλʼ ἤτοι νῦν μέν κε νεμεσσηθεὶς ὑποείξω· ἄλλο δέ τοι ἐρέω, καὶ ἀπειλήσω τό γε θυμῷ· αἴ κεν ἄνευ ἐμέθεν καὶ Ἀθηναίης ἀγελείης Ἥρης Ἑρμείω τε καὶ Ἡφαίστοιο ἄνακτος Ἰλίου αἰπεινῆς πεφιδήσεται, οὐδʼ ἐθελήσει ἐκπέρσαι, δοῦναι δὲ μέγα κράτος Ἀργείοισιν, ἴστω τοῦθʼ ὅτι νῶϊν ἀνήκεστος χόλος ἔσται. ὣς εἰπὼν λίπε λαὸν Ἀχαιϊκὸν ἐννοσίγαιος, δῦνε δὲ πόντον ἰών, πόθεσαν δʼ ἥρωες Ἀχαιοί. καὶ τότʼ Ἀπόλλωνα προσέφη νεφεληγερέτα Ζεύς· ἔρχεο νῦν φίλε Φοῖβε μεθʼ Ἕκτορα χαλκοκορυστήν· ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιος οἴχεται εἰς ἅλα δῖαν ἀλευάμενος χόλον αἰπὺν ἡμέτερον· μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι, οἵ περ ἐνέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες. ἀλλὰ τόδʼ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῷ ἔπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξε χεῖρας ἐμάς, ἐπεὶ οὔ κεν ἀνιδρωτί γʼ ἐτελέσθη. ἀλλὰ σύ γʼ ἐν χείρεσσι λάβʼ αἰγίδα θυσσανόεσσαν, τῇ μάλʼ ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς· σοὶ δʼ αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ· τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα, ὄφρʼ ἂν Ἀχαιοὶ φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκωνται. κεῖθεν δʼ αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε, ὥς κε καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο. ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων, βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἴρηκι ἐοικὼς ὠκέϊ φασσοφόνῳ, ὅς τʼ ὤκιστος πετεηνῶν. εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον ἥμενον, οὐδʼ ἔτι κεῖτο, νέον δʼ ἐσαγείρετο θυμόν, ἀμφὶ ἓ γιγνώσκων ἑτάρους· ἀτὰρ ἆσθμα καὶ ἱδρὼς παύετʼ, ἐπεί μιν ἔγειρε Διὸς νόος αἰγιόχοιο. ἀγχοῦ δʼ ἱστάμενος προσέφη ἑκάεργος Ἀπόλλων· Ἕκτορ υἱὲ Πριάμοιο, τί ἢ δὲ σὺ νόσφιν ἀπʼ ἄλλων ἧσʼ ὀλιγηπελέων; ἦ πού τί σε κῆδος ἱκάνει; τὸν δʼ ὀλιγοδρανέων προσέφη κορυθαίολος Ἕκτωρ· τίς δὲ σύ ἐσσι φέριστε θεῶν ὅς μʼ εἴρεαι ἄντην; οὐκ ἀΐεις ὅ με νηυσὶν ἔπι πρυμνῇσιν Ἀχαιῶν οὓς ἑτάρους ὀλέκοντα βοὴν ἀγαθὸς βάλεν Αἴας χερμαδίῳ πρὸς στῆθος, ἔπαυσε δὲ θούριδος ἀλκῆς; καὶ δὴ ἔγωγʼ ἐφάμην νέκυας καὶ δῶμʼ Ἀΐδαο ἤματι τῷδʼ ἵξεσθαι, ἐπεὶ φίλον ἄϊον ἦτορ. τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἑκάεργος Ἀπόλλων· θάρσει νῦν· τοῖόν τοι ἀοσσητῆρα Κρονίων ἐξ Ἴδης προέηκε παρεστάμεναι καὶ ἀμύνειν Φοῖβον Ἀπόλλωνα χρυσάορον, ὅς σε πάρος περ ῥύομʼ, ὁμῶς αὐτόν τε καὶ αἰπεινὸν πτολίεθρον. ἀλλʼ ἄγε νῦν ἱππεῦσιν ἐπότρυνον πολέεσσι νηυσὶν ἔπι γλαφυρῇσιν ἐλαυνέμεν ὠκέας ἵππους· αὐτὰρ ἐγὼ προπάροιθε κιὼν ἵπποισι κέλευθον πᾶσαν λειανέω, τρέψω δʼ ἥρωας Ἀχαιούς. ὣς εἰπὼν ἔμπνευσε μένος μέγα ποιμένι λαῶν. ὡς δʼ ὅτε τις στατὸς ἵππος ἀκοστήσας ἐπὶ φάτνῃ δεσμὸν ἀπορρήξας θείῃ πεδίοιο κροαίνων εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο κυδιόων· ὑψοῦ δὲ κάρη ἔχει, ἀμφὶ δὲ χαῖται ὤμοις ἀΐσσονται· ὃ δʼ ἀγλαΐηφι πεποιθὼς ῥίμφά ἑ γοῦνα φέρει μετά τʼ ἤθεα καὶ νομὸν ἵππων· ὣς Ἕκτωρ λαιψηρὰ πόδας καὶ γούνατʼ ἐνώμα ὀτρύνων ἱππῆας, ἐπεὶ θεοῦ ἔκλυεν αὐδήν. οἳ δʼ ὥς τʼ ἢ ἔλαφον κεραὸν ἢ ἄγριον αἶγα ἐσσεύαντο κύνες τε καὶ ἀνέρες ἀγροιῶται· τὸν μέν τʼ ἠλίβατος πέτρη καὶ δάσκιος ὕλη εἰρύσατʼ, οὐδʼ ἄρα τέ σφι κιχήμεναι αἴσιμον ἦεν· τῶν δέ θʼ ὑπὸ ἰαχῆς ἐφάνη λὶς ἠϋγένειος εἰς ὁδόν, αἶψα δὲ πάντας ἀπέτραπε καὶ μεμαῶτας· ὣς Δαναοὶ εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν· αὐτὰρ ἐπεὶ ἴδον Ἕκτορʼ ἐποιχόμενον στίχας ἀνδρῶν τάρβησαν, πᾶσιν δὲ παραὶ ποσὶ κάππεσε θυμός.