<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><q><l n="106">ἢ ἔπει ἠὲ βίῃ· ὃ δʼ ἀφήμενος οὐκ ἀλεγίζει</l><l n="107">οὐδʼ ὄθεται· φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσι</l><l n="108">κάρτεΐ τε σθένεΐ τε διακριδὸν εἶναι ἄριστος.</l><l n="109">τὼ ἔχεθʼ ὅττί κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ.</l><l n="110">ἤδη γὰρ νῦν ἔλπομʼ Ἄρηΐ γε πῆμα τετύχθαι·</l><l n="111">υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι φίλτατος ἀνδρῶν</l><l n="112">Ἀσκάλαφος, τόν φησιν ὃν ἔμμεναι ὄβριμος Ἄρης.</l><milestone ed="p" n="113" unit="card"/></q><l n="113"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼ</l><l n="114">χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·</l></div></div></body></text></TEI>