<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="15"><q><l n="105">ἦ ἔτι μιν μέμαμεν καταπαυσέμεν ἆσσον ἰόντες</l><l n="106">ἢ ἔπει ἠὲ βίῃ· ὃ δʼ ἀφήμενος οὐκ ἀλεγίζει</l><l n="107">οὐδʼ ὄθεται· φησὶν γὰρ ἐν ἀθανάτοισι θεοῖσι</l><l n="108">κάρτεΐ τε σθένεΐ τε διακριδὸν εἶναι ἄριστος.</l><l n="109">τὼ ἔχεθʼ ὅττί κεν ὔμμι κακὸν πέμπῃσιν ἑκάστῳ.</l><l n="110">ἤδη γὰρ νῦν ἔλπομʼ Ἄρηΐ γε πῆμα τετύχθαι·</l><l n="111">υἱὸς γάρ οἱ ὄλωλε μάχῃ ἔνι φίλτατος ἀνδρῶν</l><l n="112">Ἀσκάλαφος, τόν φησιν ὃν ἔμμεναι ὄβριμος Ἄρης.</l><milestone ed="p" n="113" unit="card"/></q><l n="113"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, αὐτὰρ Ἄρης θαλερὼ πεπλήγετο μηρὼ</l><l n="114">χερσὶ καταπρηνέσσʼ, ὀλοφυρόμενος δʼ ἔπος ηὔδα·</l><q><l n="115">μὴ νῦν μοι νεμεσήσετʼ Ὀλύμπια δώματʼ ἔχοντες</l><l n="116">τίσασθαι φόνον υἷος ἰόντʼ ἐπὶ νῆας Ἀχαιῶν,</l><l n="117">εἴ πέρ μοι καὶ μοῖρα Διὸς πληγέντι κεραυνῷ</l><l n="118">κεῖσθαι ὁμοῦ νεκύεσσι μεθʼ αἵματι καὶ κονίῃσιν.</l></q><l n="119"><milestone ed="P" unit="para"/>ὣς φάτο, καί ῥʼ ἵππους κέλετο Δεῖμόν τε Φόβον τε</l><l n="120">ζευγνύμεν, αὐτὸς δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα.</l><l n="121">ἔνθά κʼ ἔτι μείζων τε καὶ ἀργαλεώτερος ἄλλος</l><l n="122">πὰρ Διὸς ἀθανάτοισι χόλος καὶ μῆνις ἐτύχθη,</l><l n="123">εἰ μὴ Ἀθήνη πᾶσι περιδείσασα θεοῖσιν</l><l n="124">ὦρτο διὲκ προθύρου, λίπε δὲ θρόνον ἔνθα θάασσε,</l><l n="125">τοῦ δʼ ἀπὸ μὲν κεφαλῆς κόρυθʼ εἵλετο καὶ σάκος ὤμων,</l><l n="126">ἔγχος δʼ ἔστησε στιβαρῆς ἀπὸ χειρὸς ἑλοῦσα</l><l n="127">χάλκεον· ἣ δʼ ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα·</l><q><l n="128">μαινόμενε φρένας ἠλὲ διέφθορας· ἦ νύ τοι αὔτως</l><l n="129">οὔατʼ ἀκουέμεν ἐστί, νόος δʼ ἀπόλωλε καὶ αἰδώς.</l><l n="130">οὐκ ἀΐεις ἅ τέ φησι θεὰ λευκώλενος Ἥρη</l><l n="131">ἣ δὴ νῦν πὰρ Ζηνὸς Ὀλυμπίου εἰλήλουθεν;</l><l n="132">ἦ ἐθέλεις αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ</l><l n="133">ἂψ ἴμεν Οὔλυμπον δὲ καὶ ἀχνύμενός περ ἀνάγκῃ,</l><l n="134">αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι;</l><l n="135">αὐτίκα γὰρ Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺς</l><l n="136">λείψει, ὃ δʼ ἡμέας εἶσι κυδοιμήσων ἐς Ὄλυμπον,</l><l n="137">μάρψει δʼ ἑξείης ὅς τʼ αἴτιος ὅς τε καὶ οὐκί.</l><l n="138">τώ σʼ αὖ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος·</l><l n="139">ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνων</l><l n="140">ἢ πέφατʼ, ἢ καὶ ἔπειτα πεφήσεται· ἀργαλέον δὲ</l><l n="141">πάντων ἀνθρώπων ῥῦσθαι γενεήν τε τόκον τε.</l></q><l n="142"><milestone ed="P" unit="para"/>ὣς εἰποῦσʼ ἵδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα.</l><l n="143">Ἥρη δʼ Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸς</l><l n="144">Ἶρίν θʼ, ἥ τε θεοῖσι μετάγγελος ἀθανάτοισι,</l><l n="145">καί σφεας φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="146">Ζεὺς σφὼ εἰς Ἴδην κέλετʼ ἐλθέμεν ὅττι τάχιστα·</l><l n="147">αὐτὰρ ἐπὴν ἔλθητε, Διός τʼ εἰς ὦπα ἴδησθε,</l><l n="148">ἕρδειν ὅττί κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ.</l><milestone ed="p" n="149" unit="card"/></q><l n="149"><milestone ed="P" unit="para"/>ἣ μὲν ἄρʼ ὣς εἰποῦσα πάλιν κίε πότνια Ἥρη,</l><l n="150">ἕζετο δʼ εἰνὶ θρόνῳ· τὼ δʼ ἀΐξαντε πετέσθην.</l><l n="151">Ἴδην δʼ ἵκανον πολυπίδακα μητέρα θηρῶν,</l><l n="152">εὗρον δʼ εὐρύοπα Κρονίδην ἀνὰ Γαργάρῳ ἄκρῳ</l><l n="153">ἥμενον· ἀμφὶ δέ μιν θυόεν νέφος ἐστεφάνωτο.</l><l n="154">τὼ δὲ πάροιθʼ ἐλθόντε Διὸς νεφεληγερέταο</l><l n="155">στήτην· οὐδέ σφωϊν ἰδὼν ἐχολώσατο θυμῷ,</l><l n="156">ὅττί οἱ ὦκʼ ἐπέεσσι φίλης ἀλόχοιο πιθέσθην.</l><l n="157">Ἶριν δὲ προτέρην ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="158">βάσκʼ ἴθι Ἶρι ταχεῖα, Ποσειδάωνι ἄνακτι</l><l n="159">πάντα τάδʼ ἀγγεῖλαι, μὴ δὲ ψευδάγγελος εἶναι.</l><l n="160">παυσάμενόν μιν ἄνωχθι μάχης ἠδὲ πτολέμοιο</l><l n="161">ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.</l><l n="162">εἰ δέ μοι οὐκ ἐπέεσσʼ ἐπιπείσεται, ἀλλʼ ἀλογήσει,</l><l n="163">φραζέσθω δὴ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν</l><l n="164">μή μʼ οὐδὲ κρατερός περ ἐὼν ἐπιόντα ταλάσσῃ</l><l n="165">μεῖναι, ἐπεί εὑ φημὶ βίῃ πολὺ φέρτερος εἶναι</l><l n="166">καὶ γενεῇ πρότερος· τοῦ δʼ οὐκ ὄθεται φίλον ἦτορ</l><l n="167">ἶσον ἐμοὶ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.</l></q><l n="168"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε ποδήνεμος ὠκέα Ἶρις,</l><l n="169">βῆ δὲ κατʼ Ἰδαίων ὀρέων εἰς Ἴλιον ἱρήν.</l><l n="170">ὡς δʼ ὅτʼ ἂν ἐκ νεφέων πτῆται νιφὰς ἠὲ χάλαζα</l><l n="171">ψυχρὴ ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,</l><l n="172">ὣς κραιπνῶς μεμαυῖα διέπτατο ὠκέα Ἶρις,</l><l n="173">ἀγχοῦ δʼ ἱσταμένη προσέφη κλυτὸν ἐννοσίγαιον·</l><q><l n="174">ἀγγελίην τινά τοι γαιήοχε κυανοχαῖτα</l><l n="175">ἦλθον δεῦρο φέρουσα παραὶ Διὸς αἰγιόχοιο.</l><l n="176">παυσάμενόν σʼ ἐκέλευσε μάχης ἠδὲ πτολέμοιο</l><l n="177">ἔρχεσθαι μετὰ φῦλα θεῶν ἢ εἰς ἅλα δῖαν.</l><l n="178">εἰ δέ οἱ οὐκ ἐπέεσσʼ ἐπιπείσεαι, ἀλλʼ ἀλογήσεις,</l><l n="179">ἠπείλει καὶ κεῖνος ἐναντίβιον πολεμίξων</l><l n="180">ἐνθάδʼ ἐλεύσεσθαι· σὲ δʼ ὑπεξαλέασθαι ἄνωγε</l><l n="181">χεῖρας, ἐπεὶ σέο φησὶ βίῃ πολὺ φέρτερος εἶναι</l><l n="182">καὶ γενεῇ πρότερος· σὸν δʼ οὐκ ὄθεται φίλον ἦτορ</l><l n="183">ἶσόν οἱ φάσθαι, τόν τε στυγέουσι καὶ ἄλλοι.</l></q><milestone ed="p" n="184" unit="card"/><l n="184"><milestone ed="P" unit="para"/>τὴν δὲ μέγʼ ὀχθήσας προσέφη κλυτὸς ἐννοσίγαιος·</l><q><l n="185">ὢ πόποι ἦ ῥʼ ἀγαθός περ ἐὼν ὑπέροπλον ἔειπεν</l><l n="186">εἴ μʼ ὁμότιμον ἐόντα βίῃ ἀέκοντα καθέξει.</l><l n="187">τρεῖς γάρ τʼ ἐκ Κρόνου εἰμὲν ἀδελφεοὶ οὓς τέκετο Ῥέα</l><l n="188">Ζεὺς καὶ ἐγώ, τρίτατος δʼ Ἀΐδης ἐνέροισιν ἀνάσσων.</l><l n="189">τριχθὰ δὲ πάντα δέδασται, ἕκαστος δʼ ἔμμορε τιμῆς·</l><l n="190">ἤτοι ἐγὼν ἔλαχον πολιὴν ἅλα ναιέμεν αἰεὶ</l><l n="191">παλλομένων, Ἀΐδης δʼ ἔλαχε ζόφον ἠερόεντα,</l><l n="192">Ζεὺς δʼ ἔλαχʼ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέλῃσι·</l><l n="193">γαῖα δʼ ἔτι ξυνὴ πάντων καὶ μακρὸς Ὄλυμπος.</l><l n="194">τώ ῥα καὶ οὔ τι Διὸς βέομαι φρεσίν, ἀλλὰ ἕκηλος</l></q></div></div></body></text></TEI>