<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="14"><q><l n="86">ἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύειν</l><l n="87">ἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα ἕκαστος.</l><l n="88">οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν</l><l n="89">καλλείψειν, ἧς εἵνεκʼ ὀϊζύομεν κακὰ πολλά;</l><l n="90">σίγα, μή τίς τʼ ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ</l><l n="91">μῦθον, ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο</l><l n="92">ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν</l><l n="93">σκηπτοῦχός τʼ εἴη, καί οἱ πειθοίατο λαοὶ</l><l n="94">τοσσοίδʼ ὅσσοισιν σὺ μετʼ Ἀργείοισιν ἀνάσσεις·</l><l n="95">νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες·</l><l n="96">ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς</l><l n="97">νῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν, ὄφρʼ ἔτι μᾶλλον</l><l n="98">Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης,</l><l n="99">ἡμῖν δʼ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ. οὐ γὰρ Ἀχαιοὶ</l><l n="100">σχήσουσιν πόλεμον νηῶν ἅλα δʼ ἑλκομενάων,</l><l n="101">ἀλλʼ ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης.</l><l n="102">ἔνθά κε σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν.</l><milestone ed="p" n="103" unit="card"/></q><l n="103"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="104">ὦ Ὀδυσεῦ μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ</l><l n="105">ἀργαλέῃ· ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα</l><l n="106">νῆας ἐϋσσέλμους ἅλα δʼ ἑλκέμεν υἷας Ἀχαιῶν.</l><l n="107">νῦν δʼ εἴη ὃς τῆσδέ γʼ ἀμείνονα μῆτιν ἐνίσποι</l></q></div></div></body></text></TEI>