<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="14"><q><l n="85">σημαίνειν, μὴ δʼ ἄμμιν ἀνασσέμεν, οἷσιν ἄρα Ζεὺς</l><l n="86">ἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύειν</l><l n="87">ἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα ἕκαστος.</l><l n="88">οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν</l><l n="89">καλλείψειν, ἧς εἵνεκʼ ὀϊζύομεν κακὰ πολλά;</l><l n="90">σίγα, μή τίς τʼ ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ</l><l n="91">μῦθον, ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο</l><l n="92">ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν</l><l n="93">σκηπτοῦχός τʼ εἴη, καί οἱ πειθοίατο λαοὶ</l><l n="94">τοσσοίδʼ ὅσσοισιν σὺ μετʼ Ἀργείοισιν ἀνάσσεις·</l><l n="95">νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες·</l><l n="96">ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς</l><l n="97">νῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν, ὄφρʼ ἔτι μᾶλλον</l><l n="98">Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης,</l><l n="99">ἡμῖν δʼ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ. οὐ γὰρ Ἀχαιοὶ</l><l n="100">σχήσουσιν πόλεμον νηῶν ἅλα δʼ ἑλκομενάων,</l><l n="101">ἀλλʼ ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης.</l><l n="102">ἔνθά κε σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν.</l><milestone ed="p" n="103" unit="card"/></q><l n="103"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="104">ὦ Ὀδυσεῦ μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ</l><l n="105">ἀργαλέῃ· ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα</l><l n="106">νῆας ἐϋσσέλμους ἅλα δʼ ἑλκέμεν υἷας Ἀχαιῶν.</l><l n="107">νῦν δʼ εἴη ὃς τῆσδέ γʼ ἀμείνονα μῆτιν ἐνίσποι</l><l n="108">ἢ νέος ἠὲ παλαιός· ἐμοὶ δέ κεν ἀσμένῳ εἴη.</l></q><l n="109"><milestone ed="P" unit="para"/>τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="110">ἐγγὺς ἀνήρ· οὐ δηθὰ ματεύσομεν· αἴ κʼ ἐθέλητε</l><l n="111">πείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος</l><l n="112">οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθʼ ὑμῖν·</l><l n="113">πατρὸς δʼ ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι</l><l n="114">Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει.</l><l n="115">πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο,</l><l n="116">οἴκεον δʼ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι</l><l n="117">Ἄγριος ἠδὲ Μέλας, τρίτατος δʼ ἦν ἱππότα Οἰνεὺς</l><l n="118">πατρὸς ἐμοῖο πατήρ· ἀρετῇ δʼ ἦν ἔξοχος αὐτῶν.</l><l n="119">ἀλλʼ ὃ μὲν αὐτόθι μεῖνε, πατὴρ δʼ ἐμὸς Ἄργεϊ νάσθη</l><l n="120">πλαγχθείς· ὡς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι.</l><l n="121">Ἀδρήστοιο δʼ ἔγημε θυγατρῶν, ναῖε δὲ δῶμα</l><l n="122">ἀφνειὸν βιότοιο, ἅλις δέ οἱ ἦσαν ἄρουραι</l><l n="123">πυροφόροι, πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς,</l><l n="124">πολλὰ δέ οἱ πρόβατʼ ἔσκε· κέκαστο δὲ πάντας Ἀχαιοὺς</l><l n="125">ἐγχείῃ· τὰ δὲ μέλλετʼ ἀκουέμεν, εἰ ἐτεόν περ.</l><l n="126">τὼ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες</l><l n="127">μῦθον ἀτιμήσαιτε πεφασμένον ὅν κʼ ἐῢ εἴπω.</l><l n="128">δεῦτʼ ἴομεν πόλεμον δὲ καὶ οὐτάμενοί περ ἀνάγκῃ.</l><l n="129">ἔνθα δʼ ἔπειτʼ αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος</l><l n="130">ἐκ βελέων, μή πού τις ἐφʼ ἕλκεϊ ἕλκος ἄρηται·</l><l n="131">ἄλλους δʼ ὀτρύνοντες ἐνήσομεν, οἳ τὸ πάρος περ</l><l n="132">θυμῷ ἦρα φέροντες ἀφεστᾶσʼ οὐδὲ μάχονται.</l></q><l n="133"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·</l><l n="134">βὰν δʼ ἴμεν, ἦρχε δʼ ἄρά σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.</l><l n="135"><milestone ed="P" unit="para"/>οὐδʼ ἀλαοσκοπιὴν εἶχε κλυτὸς ἐννοσίγαιος,</l><l n="136">ἀλλὰ μετʼ αὐτοὺς ἦλθε παλαιῷ φωτὶ ἐοικώς,</l><l n="137">δεξιτερὴν δʼ ἕλε χεῖρʼ Ἀγαμέμνονος Ἀτρεΐδαο,</l><l n="138">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="139">Ἀτρεΐδη νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆρ</l><l n="140">γηθεῖ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν Ἀχαιῶν</l><l n="141">δερκομένῳ, ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδʼ ἠβαιαί.</l><l n="142">ἀλλʼ ὃ μὲν ὣς ἀπόλοιτο, θεὸς δέ ἑ σιφλώσειε·</l><l n="143">σοὶ δʼ οὔ πω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν,</l><l n="144">ἀλλʼ ἔτι που Τρώων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="145">εὐρὺ κονίσουσιν πεδίον, σὺ δʼ ἐπόψεαι αὐτὸς</l><l n="146">φεύγοντας προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.</l></q><l n="147"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν μέγʼ ἄϋσεν ἐπεσσύμενος πεδίοιο.</l><l n="148">ὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι</l><l n="149">ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος,</l><l n="150">τόσσην ἐκ στήθεσφιν ὄπα κρείων ἐνοσίχθων</l><l n="151">ἧκεν· Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ</l><l n="152">καρδίῃ, ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.</l><milestone ed="p" n="154" unit="card"/><l n="153"><milestone ed="P" unit="para"/>Ἥρη δʼ εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι</l><l n="154">στᾶσʼ ἐξ Οὐλύμποιο ἀπὸ ῥίου· αὐτίκα δʼ ἔγνω</l><l n="155">τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν</l><l n="156">αὐτοκασίγνητον καὶ δαέρα, χαῖρε δὲ θυμῷ·</l><l n="157">Ζῆνα δʼ ἐπʼ ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδης</l><l n="158">ἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ.</l><l n="159">μερμήριξε δʼ ἔπειτα βοῶπις πότνια Ἥρη</l><l n="160">ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο·</l><l n="161">ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ</l><l n="162">ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἓ αὐτήν,</l><l n="163">εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι</l><l n="164">ᾗ χροιῇ, τῷ δʼ ὕπνον ἀπήμονά τε λιαρόν τε</l><l n="165">χεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσι.</l><l n="166">βῆ δʼ ἴμεν ἐς θάλαμον, τόν οἱ φίλος υἱὸς ἔτευξεν</l><l n="167">Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε</l><l n="168">κληῗδι κρυπτῇ, τὴν δʼ οὐ θεὸς ἄλλος ἀνῷγεν·</l><l n="169">ἔνθʼ ἥ γʼ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς.</l><l n="170">ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος</l><l n="171">λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπʼ ἐλαίῳ</l><l n="172">ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν·</l><l n="173">τοῦ καὶ κινυμένοιο Διὸς κατὰ χαλκοβατὲς δῶ</l><l n="174">ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετʼ ἀϋτμή.</l><l n="175">τῷ ῥʼ ἥ γε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας</l><l n="176">πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺς</l><l n="177">καλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο.</l><l n="178">ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιον ἑανὸν ἕσαθʼ, ὅν οἱ Ἀθήνη</l><l n="179">ἔξυσʼ ἀσκήσασα, τίθει δʼ ἐνὶ δαίδαλα πολλά·</l><l n="180">χρυσείῃς δʼ ἐνετῇσι κατὰ στῆθος περονᾶτο.</l><l n="181">ζώσατο δὲ ζώνῃ ἑκατὸν θυσάνοις ἀραρυίῃ,</l><l n="182">ἐν δʼ ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι</l><l n="183">τρίγληνα μορόεντα· χάρις δʼ ἀπελάμπετο πολλή.</l><l n="184">κρηδέμνῳ δʼ ἐφύπερθε καλύψατο δῖα θεάων</l><l n="185">καλῷ νηγατέῳ· λευκὸν δʼ ἦν ἠέλιος ὥς·</l><l n="186">ποσσὶ δʼ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα.</l><l n="187">αὐτὰρ ἐπεὶ δὴ πάντα περὶ χροῒ θήκατο κόσμον</l><l n="188">βῆ ῥʼ ἴμεν ἐκ θαλάμοιο, καλεσσαμένη δʼ Ἀφροδίτην</l><l n="189">τῶν ἄλλων ἀπάνευθε θεῶν πρὸς μῦθον ἔειπε·</l><q><l n="190">ἦ ῥά νύ μοί τι πίθοιο φίλον τέκος ὅττί κεν εἴπω,</l><l n="191">ἦέ κεν ἀρνήσαιο κοτεσσαμένη τό γε θυμῷ,</l><l n="192">οὕνεκʼ ἐγὼ Δαναοῖσι, σὺ δὲ Τρώεσσιν ἀρήγεις;</l><milestone ed="p" n="193" unit="card"/></q><l n="193"><milestone ed="P" unit="para"/>τὴν δʼ ἠμείβετʼ ἔπειτα Διὸς θυγάτηρ Ἀφροδίτη·</l><q><l n="194">Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο</l><l n="195">αὔδα ὅ τι φρονέεις· τελέσαι δέ με θυμὸς ἄνωγεν,</l><l n="196">εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.</l></q><l n="197"><milestone ed="P" unit="para"/>τὴν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·</l><q><l n="198">δὸς νῦν μοι φιλότητα καὶ ἵμερον, ᾧ τε σὺ πάντας</l><l n="199">δαμνᾷ ἀθανάτους ἠδὲ θνητοὺς ἀνθρώπους.</l><l n="200">εἶμι γὰρ ὀψομένη πολυφόρβου πείρατα γαίης,</l><l n="201">Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,</l><l n="202">οἵ μʼ ἐν σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον</l><l n="203">δεξάμενοι Ῥείας, ὅτε τε Κρόνον εὐρύοπα Ζεὺς</l><l n="204">γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης·</l><l n="205">τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω·</l><l n="206">ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται</l><l n="207">εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.</l><l n="208">εἰ κείνω ἐπέεσσι παραιπεπιθοῦσα φίλον κῆρ</l><l n="209">εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι φιλότητι,</l><l n="210">αἰεί κέ σφι φίλη τε καὶ αἰδοίη καλεοίμην.</l></q><l n="211"><milestone ed="P" unit="para"/>τὴν δʼ αὖτε προσέειπε φιλομειδὴς Ἀφροδίτη·</l><q><l n="212">οὐκ ἔστʼ οὐδὲ ἔοικε τεὸν ἔπος ἀρνήσασθαι·</l><l n="213">Ζηνὸς γὰρ τοῦ ἀρίστου ἐν ἀγκοίνῃσιν ἰαύεις.</l></q><l n="214"><milestone ed="P" unit="para"/>ἦ, καὶ ἀπὸ στήθεσφιν ἐλύσατο κεστὸν ἱμάντα</l><l n="215">ποικίλον, ἔνθα δέ οἱ θελκτήρια πάντα τέτυκτο·</l><l n="216">ἔνθʼ ἔνι μὲν φιλότης, ἐν δʼ ἵμερος, ἐν δʼ ὀαριστὺς</l><l n="217">πάρφασις, ἥ τʼ ἔκλεψε νόον πύκα περ φρονεόντων.</l><l n="218">τόν ῥά οἱ ἔμβαλε χερσὶν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·</l><q><l n="219">τῆ νῦν τοῦτον ἱμάντα τεῷ ἐγκάτθεο κόλπῳ</l><l n="220">ποικίλον, ᾧ ἔνι πάντα τετεύχαται· οὐδέ σέ φημι</l><l n="221">ἄπρηκτόν γε νέεσθαι, ὅ τι φρεσὶ σῇσι μενοινᾷς.</l></q><l n="222"><milestone ed="P" unit="para"/>ὣς φάτο, μείδησεν δὲ βοῶπις πότνια Ἥρη,</l><l n="223">μειδήσασα δʼ ἔπειτα ἑῷ ἐγκάτθετο κόλπῳ.</l><l n="224"><milestone ed="P" unit="para"/>ἣ μὲν ἔβη πρὸς δῶμα Διὸς θυγάτηρ Ἀφροδίτη,</l><l n="225">Ἥρη δʼ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,</l><l n="226">Πιερίην δʼ ἐπιβᾶσα καὶ Ἠμαθίην ἐρατεινὴν</l><l n="227">σεύατʼ ἐφʼ ἱπποπόλων Θρῃκῶν ὄρεα νιφόεντα</l><l n="228">ἀκροτάτας κορυφάς· οὐδὲ χθόνα μάρπτε ποδοῖιν·</l><l n="229">ἐξ Ἀθόω δʼ ἐπὶ πόντον ἐβήσετο κυμαίνοντα,</l><l n="230">Λῆμνον δʼ εἰσαφίκανε πόλιν θείοιο Θόαντος.</l><l n="231">ἔνθʼ Ὕπνῳ ξύμβλητο κασιγνήτῳ Θανάτοιο,</l><l n="232">ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q><l n="233">Ὕπνε ἄναξ πάντων τε θεῶν πάντων τʼ ἀνθρώπων,</l><l n="234">ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες, ἠδʼ ἔτι καὶ νῦν</l><l n="235">πείθευ· ἐγὼ δέ κέ τοι ἰδέω χάριν ἤματα πάντα.</l><l n="236">κοίμησόν μοι Ζηνὸς ὑπʼ ὀφρύσιν ὄσσε φαεινὼ</l><l n="237">αὐτίκʼ ἐπεί κεν ἐγὼ παραλέξομαι ἐν φιλότητι.</l><l n="238">δῶρα δέ τοι δώσω καλὸν θρόνον ἄφθιτον αἰεὶ</l><l n="239">χρύσεον· Ἥφαιστος δέ κʼ ἐμὸς πάϊς ἀμφιγυήεις</l><l n="240">τεύξειʼ ἀσκήσας, ὑπὸ δὲ θρῆνυν ποσὶν ἥσει,</l><l n="241">τῷ κεν ἐπισχοίης λιπαροὺς πόδας εἰλαπινάζων.</l></q><milestone ed="p" n="242" unit="card"/><l n="242"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσεφώνεε νήδυμος Ὕπνος·</l><q><l n="243">Ἥρη πρέσβα θεὰ θύγατερ μεγάλοιο Κρόνοιο</l><l n="244">ἄλλον μέν κεν ἔγωγε θεῶν αἰειγενετάων</l><l n="245">ῥεῖα κατευνήσαιμι, καὶ ἂν ποταμοῖο ῥέεθρα</l><l n="246">Ὠκεανοῦ, ὅς περ γένεσις πάντεσσι τέτυκται·</l><l n="247">Ζηνὸς δʼ οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην</l><l n="248">οὐδὲ κατευνήσαιμʼ, ὅτε μὴ αὐτός γε κελεύοι.</l><l n="249">ἤδη γάρ με καὶ ἄλλο τεὴ ἐπίνυσσεν ἐφετμὴ</l><l n="250">ἤματι τῷ ὅτε κεῖνος ὑπέρθυμος Διὸς υἱὸς</l><l n="251">ἔπλεεν Ἰλιόθεν Τρώων πόλιν ἐξαλαπάξας.</l><l n="252">ἤτοι ἐγὼ μὲν ἔλεξα Διὸς νόον αἰγιόχοιο</l><l n="253">νήδυμος ἀμφιχυθείς· σὺ δέ οἱ κακὰ μήσαο θυμῷ</l><l n="254">ὄρσασʼ ἀργαλέων ἀνέμων ἐπὶ πόντον ἀήτας,</l><l n="255">καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας</l><l n="256">νόσφι φίλων πάντων. ὃ δʼ ἐπεγρόμενος χαλέπαινε</l><l n="257">ῥιπτάζων κατὰ δῶμα θεούς, ἐμὲ δʼ ἔξοχα πάντων</l><l n="258">ζήτει· καί κέ μʼ ἄϊστον ἀπʼ αἰθέρος ἔμβαλε πόντῳ,</l><l n="259">εἰ μὴ Νὺξ δμήτειρα θεῶν ἐσάωσε καὶ ἀνδρῶν·</l><l n="260">τὴν ἱκόμην φεύγων, ὃ δʼ ἐπαύσατο χωόμενός περ.</l><l n="261">ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἕρδοι.</l><l n="262">νῦν αὖ τοῦτό μʼ ἄνωγας ἀμήχανον ἄλλο τελέσσαι.</l></q><l n="263"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπε βοῶπις πότνια Ἥρη·</l><q><l n="264">Ὕπνε τί ἢ δὲ σὺ ταῦτα μετὰ φρεσὶ σῇσι μενοινᾷς;</l><l n="265">ἦ φῂς ὣς Τρώεσσιν ἀρηξέμεν εὐρύοπα Ζῆν</l><l n="266">ὡς Ἡρακλῆος περιχώσατο παῖδος ἑοῖο;</l><l n="267">ἀλλʼ ἴθʼ, ἐγὼ δέ κέ τοι Χαρίτων μίαν ὁπλοτεράων</l><l n="268">δώσω ὀπυιέμεναι καὶ σὴν κεκλῆσθαι ἄκοιτιν.</l><milestone ed="p" n="270" unit="card"/></q><l n="270"><milestone ed="P" unit="para"/>ὣς φάτο, χήρατο δʼ Ὕπνος, ἀμειβόμενος δὲ προσηύδα·</l><q><l n="271">ἄγρει νῦν μοι ὄμοσσον ἀάατον Στυγὸς ὕδωρ,</l><l n="272">χειρὶ δὲ τῇ ἑτέρῃ μὲν ἕλε χθόνα πουλυβότειραν,</l><l n="273">τῇ δʼ ἑτέρῃ ἅλα μαρμαρέην, ἵνα νῶϊν ἅπαντες</l><l n="274">μάρτυροι ὦσʼ οἳ ἔνερθε θεοὶ Κρόνον ἀμφὶς ἐόντες,</l><l n="275">ἦ μὲν ἐμοὶ δώσειν Χαρίτων μίαν ὁπλοτεράων</l><l n="276">Πασιθέην, ἧς τʼ αὐτὸς ἐέλδομαι ἤματα πάντα.</l></q><l n="277"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,</l><l n="278">ὄμνυε δʼ ὡς ἐκέλευε, θεοὺς δʼ ὀνόμηνεν ἅπαντας</l><l n="279">τοὺς ὑποταρταρίους οἳ Τιτῆνες καλέονται.</l><l n="280">αὐτὰρ ἐπεί ῥʼ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,</l><l n="281">τὼ βήτην Λήμνου τε καὶ Ἴμβρου ἄστυ λιπόντε</l><l n="282">ἠέρα ἑσσαμένω ῥίμφα πρήσσοντε κέλευθον.</l><l n="283">Ἴδην δʼ ἱκέσθην πολυπίδακα μητέρα θηρῶν</l><l n="284">Λεκτόν, ὅθι πρῶτον λιπέτην ἅλα· τὼ δʼ ἐπὶ χέρσου</l><l n="285">βήτην, ἀκροτάτη δὲ ποδῶν ὕπο σείετο ὕλη.</l><l n="286">ἔνθʼ Ὕπνος μὲν ἔμεινε πάρος Διὸς ὄσσε ἰδέσθαι</l><l n="287">εἰς ἐλάτην ἀναβὰς περιμήκετον, ἣ τότʼ ἐν Ἴδῃ</l><l n="288">μακροτάτη πεφυυῖα διʼ ἠέρος αἰθέρʼ ἵκανεν·</l><l n="289">ἔνθʼ ἧστʼ ὄζοισιν πεπυκασμένος εἰλατίνοισιν</l><l n="290">ὄρνιθι λιγυρῇ ἐναλίγκιος, ἥν τʼ ἐν ὄρεσσι</l><l n="291">χαλκίδα κικλήσκουσι θεοί, ἄνδρες δὲ κύμινδιν.</l><l n="292"><milestone ed="P" unit="para"/>Ἥρη δὲ κραιπνῶς προσεβήσετο Γάργαρον ἄκρον</l><l n="293">Ἴδης ὑψηλῆς· ἴδε δὲ νεφεληγερέτα Ζεύς.</l><l n="294">ὡς δʼ ἴδεν, ὥς μιν ἔρως πυκινὰς φρένας ἀμφεκάλυψεν,</l><l n="295">οἷον ὅτε πρῶτόν περ ἐμισγέσθην φιλότητι</l><l n="296">εἰς εὐνὴν φοιτῶντε, φίλους λήθοντε τοκῆας.</l><l n="297">στῆ δʼ αὐτῆς προπάροιθεν ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζεν·</l><q><l n="298">Ἥρη πῇ μεμαυῖα κατʼ Οὐλύμπου τόδʼ ἱκάνεις;</l><l n="299">ἵπποι δʼ οὐ παρέασι καὶ ἅρματα τῶν κʼ ἐπιβαίης.</l></q><l n="300"><milestone ed="P" unit="para"/>τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη·</l><q><l n="301">ἔρχομαι ὀψομένη πολυφόρβου πείρατα γαίης,</l><l n="302">Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν,</l><l n="303">οἵ με σφοῖσι δόμοισιν ἐῢ τρέφον ἠδʼ ἀτίταλλον·</l><l n="304">τοὺς εἶμʼ ὀψομένη, καί σφʼ ἄκριτα νείκεα λύσω·</l><l n="305">ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται</l><l n="306">εὐνῆς καὶ φιλότητος, ἐπεὶ χόλος ἔμπεσε θυμῷ.</l><l n="307">ἵπποι δʼ ἐν πρυμνωρείῃ πολυπίδακος Ἴδης</l><l n="308">ἑστᾶσʼ, οἵ μʼ οἴσουσιν ἐπὶ τραφερήν τε καὶ ὑγρήν.</l><l n="309">νῦν δὲ σεῦ εἵνεκα δεῦρο κατʼ Οὐλύμπου τόδʼ ἱκάνω,</l><l n="310">μή πώς μοι μετέπειτα χολώσεαι, αἴ κε σιωπῇ</l><l n="311">οἴχωμαι πρὸς δῶμα βαθυρρόου Ὠκεανοῖο.</l></q><milestone ed="p" n="312" unit="card"/><l n="312"><milestone ed="P" unit="para"/>τὴν δʼ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς·</l><q><l n="313">Ἥρη κεῖσε μὲν ἔστι καὶ ὕστερον ὁρμηθῆναι,</l><l n="314">νῶϊ δʼ ἄγʼ ἐν φιλότητι τραπείομεν εὐνηθέντε.</l><l n="315">οὐ γάρ πώ ποτέ μʼ ὧδε θεᾶς ἔρος οὐδὲ γυναικὸς</l><l n="316">θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν,</l><l n="317">οὐδʼ ὁπότʼ ἠρασάμην Ἰξιονίης ἀλόχοιο,</l></q></div></div></body></text></TEI>