<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="14"><l n="82"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·</l><q><l n="83">Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων·</l><l n="84">οὐλόμενʼ αἴθʼ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου</l><l n="85">σημαίνειν, μὴ δʼ ἄμμιν ἀνασσέμεν, οἷσιν ἄρα Ζεὺς</l><l n="86">ἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύειν</l><l n="87">ἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα ἕκαστος.</l><l n="88">οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν</l><l n="89">καλλείψειν, ἧς εἵνεκʼ ὀϊζύομεν κακὰ πολλά;</l><l n="90">σίγα, μή τίς τʼ ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ</l><l n="91">μῦθον, ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο</l><l n="92">ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν</l><l n="93">σκηπτοῦχός τʼ εἴη, καί οἱ πειθοίατο λαοὶ</l><l n="94">τοσσοίδʼ ὅσσοισιν σὺ μετʼ Ἀργείοισιν ἀνάσσεις·</l><l n="95">νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες·</l><l n="96">ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς</l><l n="97">νῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν, ὄφρʼ ἔτι μᾶλλον</l><l n="98">Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης,</l><l n="99">ἡμῖν δʼ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ. οὐ γὰρ Ἀχαιοὶ</l><l n="100">σχήσουσιν πόλεμον νηῶν ἅλα δʼ ἑλκομενάων,</l><l n="101">ἀλλʼ ἀποπαπτανέουσιν, ἐρωήσουσι δὲ χάρμης.</l><l n="102">ἔνθά κε σὴ βουλὴ δηλήσεται ὄρχαμε λαῶν.</l><milestone ed="p" n="103" unit="card"/></q><l n="103"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="104">ὦ Ὀδυσεῦ μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ</l><l n="105">ἀργαλέῃ· ἀτὰρ οὐ μὲν ἐγὼν ἀέκοντας ἄνωγα</l><l n="106">νῆας ἐϋσσέλμους ἅλα δʼ ἑλκέμεν υἷας Ἀχαιῶν.</l><l n="107">νῦν δʼ εἴη ὃς τῆσδέ γʼ ἀμείνονα μῆτιν ἐνίσποι</l><l n="108">ἢ νέος ἠὲ παλαιός· ἐμοὶ δέ κεν ἀσμένῳ εἴη.</l></q><l n="109"><milestone ed="P" unit="para"/>τοῖσι δὲ καὶ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·</l><q><l n="110">ἐγγὺς ἀνήρ· οὐ δηθὰ ματεύσομεν· αἴ κʼ ἐθέλητε</l><l n="111">πείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος</l><l n="112">οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθʼ ὑμῖν·</l><l n="113">πατρὸς δʼ ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι</l><l n="114">Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει.</l><l n="115">πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο,</l><l n="116">οἴκεον δʼ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι</l><l n="117">Ἄγριος ἠδὲ Μέλας, τρίτατος δʼ ἦν ἱππότα Οἰνεὺς</l><l n="118">πατρὸς ἐμοῖο πατήρ· ἀρετῇ δʼ ἦν ἔξοχος αὐτῶν.</l><l n="119">ἀλλʼ ὃ μὲν αὐτόθι μεῖνε, πατὴρ δʼ ἐμὸς Ἄργεϊ νάσθη</l><l n="120">πλαγχθείς· ὡς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι.</l><l n="121">Ἀδρήστοιο δʼ ἔγημε θυγατρῶν, ναῖε δὲ δῶμα</l><l n="122">ἀφνειὸν βιότοιο, ἅλις δέ οἱ ἦσαν ἄρουραι</l><l n="123">πυροφόροι, πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς,</l><l n="124">πολλὰ δέ οἱ πρόβατʼ ἔσκε· κέκαστο δὲ πάντας Ἀχαιοὺς</l><l n="125">ἐγχείῃ· τὰ δὲ μέλλετʼ ἀκουέμεν, εἰ ἐτεόν περ.</l><l n="126">τὼ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες</l><l n="127">μῦθον ἀτιμήσαιτε πεφασμένον ὅν κʼ ἐῢ εἴπω.</l><l n="128">δεῦτʼ ἴομεν πόλεμον δὲ καὶ οὐτάμενοί περ ἀνάγκῃ.</l><l n="129">ἔνθα δʼ ἔπειτʼ αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος</l><l n="130">ἐκ βελέων, μή πού τις ἐφʼ ἕλκεϊ ἕλκος ἄρηται·</l><l n="131">ἄλλους δʼ ὀτρύνοντες ἐνήσομεν, οἳ τὸ πάρος περ</l><l n="132">θυμῷ ἦρα φέροντες ἀφεστᾶσʼ οὐδὲ μάχονται.</l></q><l n="133"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ, οἳ δʼ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·</l><l n="134">βὰν δʼ ἴμεν, ἦρχε δʼ ἄρά σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.</l><l n="135"><milestone ed="P" unit="para"/>οὐδʼ ἀλαοσκοπιὴν εἶχε κλυτὸς ἐννοσίγαιος,</l><l n="136">ἀλλὰ μετʼ αὐτοὺς ἦλθε παλαιῷ φωτὶ ἐοικώς,</l><l n="137">δεξιτερὴν δʼ ἕλε χεῖρʼ Ἀγαμέμνονος Ἀτρεΐδαο,</l><l n="138">καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="139">Ἀτρεΐδη νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆρ</l><l n="140">γηθεῖ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν Ἀχαιῶν</l><l n="141">δερκομένῳ, ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδʼ ἠβαιαί.</l><l n="142">ἀλλʼ ὃ μὲν ὣς ἀπόλοιτο, θεὸς δέ ἑ σιφλώσειε·</l><l n="143">σοὶ δʼ οὔ πω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν,</l><l n="144">ἀλλʼ ἔτι που Τρώων ἡγήτορες ἠδὲ μέδοντες</l><l n="145">εὐρὺ κονίσουσιν πεδίον, σὺ δʼ ἐπόψεαι αὐτὸς</l><l n="146">φεύγοντας προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.</l></q><l n="147"><milestone ed="P" unit="para"/>ὣς εἰπὼν μέγʼ ἄϋσεν ἐπεσσύμενος πεδίοιο.</l><l n="148">ὅσσόν τʼ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι</l><l n="149">ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος,</l><l n="150">τόσσην ἐκ στήθεσφιν ὄπα κρείων ἐνοσίχθων</l><l n="151">ἧκεν· Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλʼ ἑκάστῳ</l><l n="152">καρδίῃ, ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.</l><milestone ed="p" n="154" unit="card"/><l n="153"><milestone ed="P" unit="para"/>Ἥρη δʼ εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι</l><l n="154">στᾶσʼ ἐξ Οὐλύμποιο ἀπὸ ῥίου· αὐτίκα δʼ ἔγνω</l><l n="155">τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν</l><l n="156">αὐτοκασίγνητον καὶ δαέρα, χαῖρε δὲ θυμῷ·</l><l n="157">Ζῆνα δʼ ἐπʼ ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδης</l><l n="158">ἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ.</l><l n="159">μερμήριξε δʼ ἔπειτα βοῶπις πότνια Ἥρη</l><l n="160">ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο·</l><l n="161">ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ</l><l n="162">ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἓ αὐτήν,</l><l n="163">εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι</l><l n="164">ᾗ χροιῇ, τῷ δʼ ὕπνον ἀπήμονά τε λιαρόν τε</l><l n="165">χεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσι.</l><l n="166">βῆ δʼ ἴμεν ἐς θάλαμον, τόν οἱ φίλος υἱὸς ἔτευξεν</l><l n="167">Ἥφαιστος, πυκινὰς δὲ θύρας σταθμοῖσιν ἐπῆρσε</l><l n="168">κληῗδι κρυπτῇ, τὴν δʼ οὐ θεὸς ἄλλος ἀνῷγεν·</l><l n="169">ἔνθʼ ἥ γʼ εἰσελθοῦσα θύρας ἐπέθηκε φαεινάς.</l><l n="170">ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος</l><l n="171">λύματα πάντα κάθηρεν, ἀλείψατο δὲ λίπʼ ἐλαίῳ</l><l n="172">ἀμβροσίῳ ἑδανῷ, τό ῥά οἱ τεθυωμένον ἦεν·</l><l n="173">τοῦ καὶ κινυμένοιο Διὸς κατὰ χαλκοβατὲς δῶ</l><l n="174">ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετʼ ἀϋτμή.</l><l n="175">τῷ ῥʼ ἥ γε χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας</l><l n="176">πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινοὺς</l><l n="177">καλοὺς ἀμβροσίους ἐκ κράατος ἀθανάτοιο.</l><l n="178">ἀμφὶ δʼ ἄρʼ ἀμβρόσιον ἑανὸν ἕσαθʼ, ὅν οἱ Ἀθήνη</l><l n="179">ἔξυσʼ ἀσκήσασα, τίθει δʼ ἐνὶ δαίδαλα πολλά·</l></div></div></body></text></TEI>