τεῖχος δʼ οὐκ ἔχραισμε τετυγμένον, οὐδέ τι τάφρος, ᾗ ἔπι πολλὰ πάθον Δαναοί, ἔλποντο δὲ θυμῷ ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι· οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς. ᾔδεα μὲν γὰρ ὅτε πρόφρων Δαναοῖσιν ἄμυνεν, οἶδα δὲ νῦν ὅτε τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσι κυδάνει, ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες. νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης ἕλκωμεν, πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δῖαν, ὕψι δʼ ἐπʼ εὐνάων ὁρμίσσομεν, εἰς ὅ κεν ἔλθῃ νὺξ ἀβρότη, ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο Τρῶες· ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας. οὐ γάρ τις νέμεσις φυγέειν κακόν, οὐδʼ ἀνὰ νύκτα. βέλτερον ὃς φεύγων προφύγῃ κακὸν ἠὲ ἁλώῃ. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς· Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων· οὐλόμενʼ αἴθʼ ὤφελλες ἀεικελίου στρατοῦ ἄλλου σημαίνειν, μὴ δʼ ἄμμιν ἀνασσέμεν, οἷσιν ἄρα Ζεὺς ἐκ νεότητος ἔδωκε καὶ ἐς γῆρας τολυπεύειν ἀργαλέους πολέμους, ὄφρα φθιόμεσθα ἕκαστος. οὕτω δὴ μέμονας Τρώων πόλιν εὐρυάγυιαν καλλείψειν, ἧς εἵνεκʼ ὀϊζύομεν κακὰ πολλά; σίγα, μή τίς τʼ ἄλλος Ἀχαιῶν τοῦτον ἀκούσῃ μῦθον, ὃν οὔ κεν ἀνήρ γε διὰ στόμα πάμπαν ἄγοιτο ὅς τις ἐπίσταιτο ᾗσι φρεσὶν ἄρτια βάζειν σκηπτοῦχός τʼ εἴη, καί οἱ πειθοίατο λαοὶ τοσσοίδʼ ὅσσοισιν σὺ μετʼ Ἀργείοισιν ἀνάσσεις· νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας, οἷον ἔειπες· ὃς κέλεαι πολέμοιο συνεσταότος καὶ ἀϋτῆς νῆας ἐϋσσέλμους ἅλαδʼ ἑλκέμεν, ὄφρʼ ἔτι μᾶλλον Τρωσὶ μὲν εὐκτὰ γένηται ἐπικρατέουσί περ ἔμπης, ἡμῖν δʼ αἰπὺς ὄλεθρος ἐπιρρέπῃ. οὐ γὰρ Ἀχαιοὶ