<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="14"><l n="520">πλείστους δʼ Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός·</l><l n="521">οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν</l><l n="522">ἀνδρῶν τρεσσάντων, ὅτε τε Ζεὺς ἐν φόβον ὄρσῃ.</l></div><div type="textpart" subtype="Book" n="15"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν</l><l n="2">φεύγοντες, πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν,</l><l n="3">οἳ μὲν δὴ παρʼ ὄχεσφιν ἐρητύοντο μένοντες</l><l n="4">χλωροὶ ὑπαὶ δείους πεφοβημένοι· ἔγρετο δὲ Ζεὺς</l><l n="5">Ἴδης ἐν κορυφῇσι παρὰ χρυσοθρόνου Ἥρης,</l><l n="6">στῆ δʼ ἄρʼ ἀναΐξας, ἴδε δὲ Τρῶας καὶ Ἀχαιοὺς</l><l n="7">τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν</l><l n="8">Ἀργείους, μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα·</l><l n="9">Ἕκτορα δʼ ἐν πεδίῳ ἴδε κείμενον, ἀμφὶ δʼ ἑταῖροι</l><l n="10">εἵαθʼ, ὃ δʼ ἀργαλέῳ ἔχετʼ ἄσθματι κῆρ ἀπινύσσων</l><l n="11">αἷμʼ ἐμέων, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλʼ Ἀχαιῶν.</l><l n="12">τὸν δὲ ἰδὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε,</l><l n="13">δεινὰ δʼ ὑπόδρα ἰδὼν Ἥρην πρὸς μῦθον ἔειπεν·</l><q><l n="14">ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος Ἥρη</l><l n="15">Ἕκτορα δῖον ἔπαυσε μάχης, ἐφόβησε δὲ λαούς.</l><l n="16">οὐ μὰν οἶδʼ εἰ αὖτε κακορραφίης ἀλεγεινῆς</l><l n="17">πρώτη ἐπαύρηαι καί σε πληγῇσιν ἱμάσσω.</l><l n="18">ἦ οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν</l><l n="19">ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα</l><l n="20">χρύσεον ἄρρηκτον; σὺ δʼ ἐν αἰθέρι καὶ νεφέλῃσιν</l><l n="21">ἐκρέμω· ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον,</l><l n="22">λῦσαι δʼ οὐκ ἐδύναντο παρασταδόν· ὃν δὲ λάβοιμι</l><l n="23">ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ ὄφρʼ ἂν ἵκηται</l><l n="24">γῆν ὀλιγηπελέων· ἐμὲ δʼ οὐδʼ ὧς θυμὸν ἀνίει</l><l n="25">ἀζηχὴς ὀδύνη Ἡρακλῆος θείοιο,</l><l n="26">τὸν σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας</l><l n="27">πέμψας ἐπʼ ἀτρύγετον πόντον κακὰ μητιόωσα,</l><l n="28">καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας.</l><l n="29">τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις</l><l n="30">Ἄργος ἐς ἱππόβοτον καὶ πολλά περ ἀθλήσαντα.</l><l n="31">τῶν σʼ αὖτις μνήσω ἵνʼ ἀπολλήξῃς ἀπατάων,</l><l n="32">ὄφρα ἴδῃ ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή,</l><l n="33">ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μʼ ἀπάτησας.</l><milestone ed="p" n="34" unit="card"/></q><l n="34"><milestone ed="P" unit="para"/>ὣς φάτο, ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη,</l><l n="35">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l></div></div></body></text></TEI>