Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα Γυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων· Φάλκην δʼ Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε· Μηριόνης δὲ Μόρυν τε καὶ Ἱπποτίωνα κατέκτα, Τεῦκρος δὲ Προθόωνά τʼ ἐνήρατο καὶ Περιφήτην· Ἀτρεΐδης δʼ ἄρʼ ἔπειθʼ Ὑπερήνορα ποιμένα λαῶν οὖτα κατὰ λαπάρην, διὰ δʼ ἔντερα χαλκὸς ἄφυσσε δῃώσας· ψυχὴ δὲ κατʼ οὐταμένην ὠτειλὴν ἔσσυτʼ ἐπειγομένη, τὸν δὲ σκότος ὄσσε κάλυψε.