<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="14"><q><l n="50">ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺς</l><l n="51">οὐδʼ ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσι.</l></q><l n="52"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="53">ἦ δὴ ταῦτά γʼ ἑτοῖμα τετεύχαται, οὐδέ κεν ἄλλως</l><l n="54">Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο.</l><l n="55">τεῖχος μὲν γὰρ δὴ κατερήριπεν, ᾧ ἐπέπιθμεν</l><l n="56">ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι·</l><l n="57">οἳ δʼ ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι</l><l n="58">νωλεμές· οὐδʼ ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων</l><l n="59">ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται,</l><l n="60">ὡς ἐπιμὶξ κτείνονται, ἀϋτὴ δʼ οὐρανὸν ἵκει.</l><l n="61">ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα</l><l n="62">εἴ τι νόος ῥέξει· πόλεμον δʼ οὐκ ἄμμε κελεύω</l><l n="63">δύμεναι· οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι.</l></q><milestone ed="p" n="64" unit="card"/><l n="64"><milestone ed="P" unit="para"/>τὸν δʼ αὖτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων·</l><q><l n="65">Νέστορ ἐπεὶ δὴ νηυσὶν ἔπι πρυμνῇσι μάχονται,</l><l n="66">τεῖχος δʼ οὐκ ἔχραισμε τετυγμένον, οὐδέ τι τάφρος,</l><l n="67">ᾗ ἔπι πολλὰ πάθον Δαναοί, ἔλποντο δὲ θυμῷ</l><l n="68">ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι·</l><l n="69">οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι</l><l n="70">νωνύμνους ἀπολέσθαι ἀπʼ Ἄργεος ἐνθάδʼ Ἀχαιούς.</l><l n="71">ᾔδεα μὲν γὰρ ὅτε πρόφρων Δαναοῖσιν ἄμυνεν,</l><l n="72">οἶδα δὲ νῦν ὅτε τοὺς μὲν ὁμῶς μακάρεσσι θεοῖσι</l><l n="73">κυδάνει, ἡμέτερον δὲ μένος καὶ χεῖρας ἔδησεν.</l><l n="74">ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼν εἴπω πειθώμεθα πάντες.</l><l n="75">νῆες ὅσαι πρῶται εἰρύαται ἄγχι θαλάσσης</l><l n="76">ἕλκωμεν, πάσας δὲ ἐρύσσομεν εἰς ἅλα δῖαν,</l><l n="77">ὕψι δʼ ἐπʼ εὐνάων ὁρμίσσομεν, εἰς ὅ κεν ἔλθῃ</l><l n="78">νὺξ ἀβρότη, ἢν καὶ τῇ ἀπόσχωνται πολέμοιο</l><l n="79">Τρῶες· ἔπειτα δέ κεν ἐρυσαίμεθα νῆας ἁπάσας.</l><l n="80">οὐ γάρ τις νέμεσις φυγέειν κακόν, οὐδʼ ἀνὰ νύκτα.</l><l n="81">βέλτερον ὃς φεύγων προφύγῃ κακὸν ἠὲ ἁλώῃ.</l></q><l n="82"><milestone ed="P" unit="para"/>τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη πολύμητις Ὀδυσσεύς·</l><q><l n="83">Ἀτρεΐδη ποῖόν σε ἔπος φύγεν ἕρκος ὀδόντων·</l></q></div></div></body></text></TEI>