αὐτῇ σὺν πήληκι κάρη· ἔτι δʼ ὄβριμον ἔγχος ἦεν ἐν ὀφθαλμῷ· ὃ δὲ φὴ κώδειαν ἀνασχὼν πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα· εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆος πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν· οὐδὲ γὰρ ἣ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο ἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται, ὁππότε κεν δὴ ἐκ Τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι Ἀχαιῶν. ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα, πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον. ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι ὅς τις δὴ πρῶτος βροτόεντʼ ἀνδράγριʼ Ἀχαιῶν ἤρατʼ, ἐπεί ῥʼ ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος. Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα Γυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων· Φάλκην δʼ Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε· Μηριόνης δὲ Μόρυν τε καὶ Ἱπποτίωνα κατέκτα, Τεῦκρος δὲ Προθόωνά τʼ ἐνήρατο καὶ Περιφήτην· Ἀτρεΐδης δʼ ἄρʼ ἔπειθʼ Ὑπερήνορα ποιμένα λαῶν οὖτα κατὰ λαπάρην, διὰ δʼ ἔντερα χαλκὸς ἄφυσσε δῃώσας· ψυχὴ δὲ κατʼ οὐταμένην ὠτειλὴν ἔσσυτʼ ἐπειγομένη, τὸν δὲ σκότος ὄσσε κάλυψε. πλείστους δʼ Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός· οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν ἀνδρῶν τρεσσάντων, ὅτε τε Ζεὺς ἐν φόβον ὄρσῃ. αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν φεύγοντες, πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν, οἳ μὲν δὴ παρʼ ὄχεσφιν ἐρητύοντο μένοντες χλωροὶ ὑπαὶ δείους πεφοβημένοι· ἔγρετο δὲ Ζεὺς Ἴδης ἐν κορυφῇσι παρὰ χρυσοθρόνου Ἥρης, στῆ δʼ ἄρʼ ἀναΐξας, ἴδε δὲ Τρῶας καὶ Ἀχαιοὺς τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν Ἀργείους, μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα· Ἕκτορα δʼ ἐν πεδίῳ ἴδε κείμενον, ἀμφὶ δʼ ἑταῖροι εἵαθʼ, ὃ δʼ ἀργαλέῳ ἔχετʼ ἄσθματι κῆρ ἀπινύσσων αἷμʼ ἐμέων, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλʼ Ἀχαιῶν. τὸν δὲ ἰδὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε, δεινὰ δʼ ὑπόδρα ἰδὼν Ἥρην πρὸς μῦθον ἔειπεν·