<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="14"><l n="497">αὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δὲ χαμᾶζε</l><l n="498">αὐτῇ σὺν πήληκι κάρη· ἔτι δʼ ὄβριμον ἔγχος</l><l n="499">ἦεν ἐν ὀφθαλμῷ· ὃ δὲ φὴ κώδειαν ἀνασχὼν</l><l n="500">πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα·</l><q><l n="501">εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆος</l><l n="502">πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν·</l><l n="503">οὐδὲ γὰρ ἣ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο</l><l n="504">ἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται, ὁππότε κεν δὴ</l><l n="505">ἐκ Τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι Ἀχαιῶν.</l><milestone ed="p" n="506" unit="card"/></q><l n="506"><milestone ed="P" unit="para"/>ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα,</l><l n="507">πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.</l><l n="508"><milestone ed="P" unit="para"/>ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι</l><l n="509">ὅς τις δὴ πρῶτος βροτόεντʼ ἀνδράγριʼ Ἀχαιῶν</l><l n="510">ἤρατʼ, ἐπεί ῥʼ ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος.</l><l n="511">Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα</l><l n="512">Γυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων·</l><l n="513">Φάλκην δʼ Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε·</l><l n="514">Μηριόνης δὲ Μόρυν τε καὶ Ἱπποτίωνα κατέκτα,</l><l n="515">Τεῦκρος δὲ Προθόωνά τʼ ἐνήρατο καὶ Περιφήτην·</l><l n="516">Ἀτρεΐδης δʼ ἄρʼ ἔπειθʼ Ὑπερήνορα ποιμένα λαῶν</l><l n="517">οὖτα κατὰ λαπάρην, διὰ δʼ ἔντερα χαλκὸς ἄφυσσε</l><l n="518">δῃώσας· ψυχὴ δὲ κατʼ οὐταμένην ὠτειλὴν</l><l n="519">ἔσσυτʼ ἐπειγομένη, τὸν δὲ σκότος ὄσσε κάλυψε.</l><l n="520">πλείστους δʼ Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός·</l><l n="521">οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν</l><l n="522">ἀνδρῶν τρεσσάντων, ὅτε τε Ζεὺς ἐν φόβον ὄρσῃ.</l></div><div type="textpart" subtype="Book" n="15"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν</l><l n="2">φεύγοντες, πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν,</l><l n="3">οἳ μὲν δὴ παρʼ ὄχεσφιν ἐρητύοντο μένοντες</l><l n="4">χλωροὶ ὑπαὶ δείους πεφοβημένοι· ἔγρετο δὲ Ζεὺς</l><l n="5">Ἴδης ἐν κορυφῇσι παρὰ χρυσοθρόνου Ἥρης,</l><l n="6">στῆ δʼ ἄρʼ ἀναΐξας, ἴδε δὲ Τρῶας καὶ Ἀχαιοὺς</l><l n="7">τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν</l><l n="8">Ἀργείους, μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα·</l><l n="9">Ἕκτορα δʼ ἐν πεδίῳ ἴδε κείμενον, ἀμφὶ δʼ ἑταῖροι</l><l n="10">εἵαθʼ, ὃ δʼ ἀργαλέῳ ἔχετʼ ἄσθματι κῆρ ἀπινύσσων</l><l n="11">αἷμʼ ἐμέων, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλʼ Ἀχαιῶν.</l><l n="12">τὸν δὲ ἰδὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε,</l><l n="13">δεινὰ δʼ ὑπόδρα ἰδὼν Ἥρην πρὸς μῦθον ἔειπεν·</l><q><l n="14">ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος Ἥρη</l><l n="15">Ἕκτορα δῖον ἔπαυσε μάχης, ἐφόβησε δὲ λαούς.</l><l n="16">οὐ μὰν οἶδʼ εἰ αὖτε κακορραφίης ἀλεγεινῆς</l><l n="17">πρώτη ἐπαύρηαι καί σε πληγῇσιν ἱμάσσω.</l><l n="18">ἦ οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν</l><l n="19">ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα</l><l n="20">χρύσεον ἄρρηκτον; σὺ δʼ ἐν αἰθέρι καὶ νεφέλῃσιν</l><l n="21">ἐκρέμω· ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον,</l><l n="22">λῦσαι δʼ οὐκ ἐδύναντο παρασταδόν· ὃν δὲ λάβοιμι</l><l n="23">ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ ὄφρʼ ἂν ἵκηται</l><l n="24">γῆν ὀλιγηπελέων· ἐμὲ δʼ οὐδʼ ὧς θυμὸν ἀνίει</l><l n="25">ἀζηχὴς ὀδύνη Ἡρακλῆος θείοιο,</l><l n="26">τὸν σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας</l><l n="27">πέμψας ἐπʼ ἀτρύγετον πόντον κακὰ μητιόωσα,</l><l n="28">καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας.</l><l n="29">τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις</l><l n="30">Ἄργος ἐς ἱππόβοτον καὶ πολλά περ ἀθλήσαντα.</l><l n="31">τῶν σʼ αὖτις μνήσω ἵνʼ ἀπολλήξῃς ἀπατάων,</l><l n="32">ὄφρα ἴδῃ ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή,</l><l n="33">ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μʼ ἀπάτησας.</l><milestone ed="p" n="34" unit="card"/></q><l n="34"><milestone ed="P" unit="para"/>ὣς φάτο, ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη,</l><l n="35">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="36">ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε</l><l n="37">καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος</l><l n="38">ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσι,</l><l n="39">σή θʼ ἱερὴ κεφαλὴ καὶ νωΐτερον λέχος αὐτῶν</l><l n="40">κουρίδιον, τὸ μὲν οὐκ ἂν ἐγώ ποτε μὰψ ὀμόσαιμι·</l><l n="41">μὴ διʼ ἐμὴν ἰότητα Ποσειδάων ἐνοσίχθων</l><l n="42">πημαίνει Τρῶάς τε καὶ Ἕκτορα, τοῖσι δʼ ἀρήγει,</l><l n="43">ἀλλά που αὐτὸν θυμὸς ἐποτρύνει καὶ ἀνώγει,</l><l n="44">τειρομένους δʼ ἐπὶ νηυσὶν ἰδὼν ἐλέησεν Ἀχαιούς.</l><l n="45">αὐτάρ τοι καὶ κείνῳ ἐγὼ παραμυθησαίμην</l><l n="46">τῇ ἴμεν ᾗ κεν δὴ σὺ κελαινεφὲς ἡγεμονεύῃς.</l></q><l n="47"><milestone ed="P" unit="para"/>ὣς φάτο, μείδησεν δὲ πατὴρ ἀνδρῶν τε θεῶν τε,</l><l n="48">καί μιν ἀμειβόμενος ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="49">εἰ μὲν δὴ σύ γʼ ἔπειτα βοῶπις πότνια Ἥρη</l><l n="50">ἶσον ἐμοὶ φρονέουσα μετʼ ἀθανάτοισι καθίζοις,</l><l n="51">τώ κε Ποσειδάων γε, καὶ εἰ μάλα βούλεται ἄλλῃ,</l><l n="52">αἶψα μεταστρέψειε νόον μετὰ σὸν καὶ ἐμὸν κῆρ.</l><l n="53">ἀλλʼ εἰ δή ῥʼ ἐτεόν γε καὶ ἀτρεκέως ἀγορεύεις,</l><l n="54">ἔρχεο νῦν μετὰ φῦλα θεῶν, καὶ δεῦρο κάλεσσον</l><l n="55">Ἶρίν τʼ ἐλθέμεναι καὶ Ἀπόλλωνα κλυτότοξον,</l><l n="56">ὄφρʼ ἣ μὲν μετὰ λαὸν Ἀχαιῶν χαλκοχιτώνων</l><l n="57">ἔλθῃ, καὶ εἴπῃσι Ποσειδάωνι ἄνακτι</l><l n="58">παυσάμενον πολέμοιο τὰ ἃ πρὸς δώμαθʼ ἱκέσθαι,</l><l n="59">Ἕκτορα δʼ ὀτρύνῃσι μάχην ἐς Φοῖβος Ἀπόλλων,</l><l n="60">αὖτις δʼ ἐμπνεύσῃσι μένος, λελάθῃ δʼ ὀδυνάων</l><l n="61">αἳ νῦν μιν τείρουσι κατὰ φρένας, αὐτὰρ Ἀχαιοὺς</l><l n="62">αὖτις ἀποστρέψῃσιν ἀνάλκιδα φύζαν ἐνόρσας,</l></q></div></div></body></text></TEI>