<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="14"><q><l n="483">ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ</l><l n="484">δηρὸν ἄτιτος ἔῃ· τὼ καί κέ τις εὔχεται ἀνὴρ</l><l n="485">γνωτὸν ἐνὶ μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι.</l></q><l n="486"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο·</l><l n="487">Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·</l><l n="488">ὁρμήθη δʼ Ἀκάμαντος· ὃ δʼ οὐχ ὑπέμεινεν ἐρωὴν</l><l n="489">Πηνελέωο ἄνακτος· ὃ δʼ οὔτασεν Ἰλιονῆα</l><l n="490">υἱὸν Φόρβαντος πολυμήλου, τόν ῥα μάλιστα</l><l n="491">Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε·</l><l n="492">τῷ δʼ ἄρʼ ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα.</l><l n="493">τὸν τόθʼ ὑπʼ ὀφρύος οὖτα κατʼ ὀφθαλμοῖο θέμεθλα,</l><l n="494">ἐκ δʼ ὦσε γλήνην· δόρυ δʼ ὀφθαλμοῖο διὰ πρὸ</l><l n="495">καὶ διὰ ἰνίου ἦλθεν, ὃ δʼ ἕζετο χεῖρε πετάσσας</l><l n="496">ἄμφω· Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ</l><l n="497">αὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δὲ χαμᾶζε</l><l n="498">αὐτῇ σὺν πήληκι κάρη· ἔτι δʼ ὄβριμον ἔγχος</l><l n="499">ἦεν ἐν ὀφθαλμῷ· ὃ δὲ φὴ κώδειαν ἀνασχὼν</l><l n="500">πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα·</l><q><l n="501">εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆος</l><l n="502">πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν·</l><l n="503">οὐδὲ γὰρ ἣ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο</l><l n="504">ἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται, ὁππότε κεν δὴ</l></q></div></div></body></text></TEI>