<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="14"><l n="460">τῷ Τελαμωνιάδῃ· τοῦ γὰρ πέσεν ἄγχι μάλιστα.</l><l n="461">καρπαλίμως δʼ ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ.</l><l n="462">Πουλυδάμας δʼ αὐτὸς μὲν ἀλεύατο κῆρα μέλαιναν</l><l n="463">λικριφὶς ἀΐξας, κόμισεν δʼ Ἀντήνορος υἱὸς</l><l n="464">Ἀρχέλοχος· τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον.</l><l n="465">τόν ῥʼ ἔβαλεν κεφαλῆς τε καὶ αὐχένος ἐν συνεοχμῷ,</l><l n="466">νείατον ἀστράγαλον, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε·</l><l n="467">τοῦ δὲ πολὺ προτέρη κεφαλὴ στόμα τε ῥῖνές τε</l><l n="468">οὔδεϊ πλῆντʼ ἤ περ κνῆμαι καὶ γοῦνα πεσόντος.</l><l n="469">Αἴας δʼ αὖτʼ ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι·</l><q><l n="470">φράζεο Πουλυδάμα καί μοι νημερτὲς ἐνίσπες</l><l n="471">ἦ ῥʼ οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντὶ πεφάσθαι</l><l n="472">ἄξιος; οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ,</l><l n="473">ἀλλὰ κασίγνητος Ἀντήνορος ἱπποδάμοιο</l><l n="474">ἢ πάϊς· αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει.</l></q><milestone ed="p" n="475" unit="card"/><l n="475"><milestone ed="P" unit="para"/>ἦ ῥʼ εὖ γιγνώσκων, Τρῶας δʼ ἄχος ἔλλαβε θυμόν.</l><l n="476">ἔνθʼ Ἀκάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρὶ</l><l n="477">ἀμφὶ κασιγνήτῳ βεβαώς· ὃ δʼ ὕφελκε ποδοῖιν.</l><l n="478">τῷ δʼ Ἀκάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·</l><q><l n="479">Ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι</l><l n="480">οὔ θην οἴοισίν γε πόνος τʼ ἔσεται καὶ ὀϊζὺς</l><l n="481">ἡμῖν, ἀλλά ποθʼ ὧδε κατακτενέεσθε καὶ ὔμμες.</l><l n="482">φράζεσθʼ ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει</l><l n="483">ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ</l><l n="484">δηρὸν ἄτιτος ἔῃ· τὼ καί κέ τις εὔχεται ἀνὴρ</l><l n="485">γνωτὸν ἐνὶ μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι.</l></q><l n="486"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο·</l><l n="487">Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·</l><l n="488">ὁρμήθη δʼ Ἀκάμαντος· ὃ δʼ οὐχ ὑπέμεινεν ἐρωὴν</l><l n="489">Πηνελέωο ἄνακτος· ὃ δʼ οὔτασεν Ἰλιονῆα</l><l n="490">υἱὸν Φόρβαντος πολυμήλου, τόν ῥα μάλιστα</l><l n="491">Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε·</l><l n="492">τῷ δʼ ἄρʼ ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα.</l><l n="493">τὸν τόθʼ ὑπʼ ὀφρύος οὖτα κατʼ ὀφθαλμοῖο θέμεθλα,</l><l n="494">ἐκ δʼ ὦσε γλήνην· δόρυ δʼ ὀφθαλμοῖο διὰ πρὸ</l><l n="495">καὶ διὰ ἰνίου ἦλθεν, ὃ δʼ ἕζετο χεῖρε πετάσσας</l><l n="496">ἄμφω· Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ</l><l n="497">αὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δὲ χαμᾶζε</l><l n="498">αὐτῇ σὺν πήληκι κάρη· ἔτι δʼ ὄβριμον ἔγχος</l><l n="499">ἦεν ἐν ὀφθαλμῷ· ὃ δὲ φὴ κώδειαν ἀνασχὼν</l><l n="500">πέφραδέ τε Τρώεσσι καὶ εὐχόμενος ἔπος ηὔδα·</l><q><l n="501">εἰπέμεναί μοι Τρῶες ἀγαυοῦ Ἰλιονῆος</l><l n="502">πατρὶ φίλῳ καὶ μητρὶ γοήμεναι ἐν μεγάροισιν·</l><l n="503">οὐδὲ γὰρ ἣ Προμάχοιο δάμαρ Ἀλεγηνορίδαο</l><l n="504">ἀνδρὶ φίλῳ ἐλθόντι γανύσσεται, ὁππότε κεν δὴ</l><l n="505">ἐκ Τροίης σὺν νηυσὶ νεώμεθα κοῦροι Ἀχαιῶν.</l><milestone ed="p" n="506" unit="card"/></q><l n="506"><milestone ed="P" unit="para"/>ὣς φάτο, τοὺς δʼ ἄρα πάντας ὑπὸ τρόμος ἔλλαβε γυῖα,</l><l n="507">πάπτηνεν δὲ ἕκαστος ὅπῃ φύγοι αἰπὺν ὄλεθρον.</l><l n="508"><milestone ed="P" unit="para"/>ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι</l><l n="509">ὅς τις δὴ πρῶτος βροτόεντʼ ἀνδράγριʼ Ἀχαιῶν</l><l n="510">ἤρατʼ, ἐπεί ῥʼ ἔκλινε μάχην κλυτὸς ἐννοσίγαιος.</l><l n="511">Αἴας ῥα πρῶτος Τελαμώνιος Ὕρτιον οὖτα</l><l n="512">Γυρτιάδην Μυσῶν ἡγήτορα καρτεροθύμων·</l><l n="513">Φάλκην δʼ Ἀντίλοχος καὶ Μέρμερον ἐξενάριξε·</l><l n="514">Μηριόνης δὲ Μόρυν τε καὶ Ἱπποτίωνα κατέκτα,</l><l n="515">Τεῦκρος δὲ Προθόωνά τʼ ἐνήρατο καὶ Περιφήτην·</l><l n="516">Ἀτρεΐδης δʼ ἄρʼ ἔπειθʼ Ὑπερήνορα ποιμένα λαῶν</l><l n="517">οὖτα κατὰ λαπάρην, διὰ δʼ ἔντερα χαλκὸς ἄφυσσε</l><l n="518">δῃώσας· ψυχὴ δὲ κατʼ οὐταμένην ὠτειλὴν</l><l n="519">ἔσσυτʼ ἐπειγομένη, τὸν δὲ σκότος ὄσσε κάλυψε.</l><l n="520">πλείστους δʼ Αἴας εἷλεν Ὀϊλῆος ταχὺς υἱός·</l><l n="521">οὐ γάρ οἵ τις ὁμοῖος ἐπισπέσθαι ποσὶν ἦεν</l><l n="522">ἀνδρῶν τρεσσάντων, ὅτε τε Ζεὺς ἐν φόβον ὄρσῃ.</l></div><div type="textpart" subtype="Book" n="15"><milestone ed="p" n="1" unit="card"/><l n="1"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν</l><l n="2">φεύγοντες, πολλοὶ δὲ δάμεν Δαναῶν ὑπὸ χερσίν,</l><l n="3">οἳ μὲν δὴ παρʼ ὄχεσφιν ἐρητύοντο μένοντες</l><l n="4">χλωροὶ ὑπαὶ δείους πεφοβημένοι· ἔγρετο δὲ Ζεὺς</l><l n="5">Ἴδης ἐν κορυφῇσι παρὰ χρυσοθρόνου Ἥρης,</l><l n="6">στῆ δʼ ἄρʼ ἀναΐξας, ἴδε δὲ Τρῶας καὶ Ἀχαιοὺς</l><l n="7">τοὺς μὲν ὀρινομένους, τοὺς δὲ κλονέοντας ὄπισθεν</l><l n="8">Ἀργείους, μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα·</l><l n="9">Ἕκτορα δʼ ἐν πεδίῳ ἴδε κείμενον, ἀμφὶ δʼ ἑταῖροι</l><l n="10">εἵαθʼ, ὃ δʼ ἀργαλέῳ ἔχετʼ ἄσθματι κῆρ ἀπινύσσων</l><l n="11">αἷμʼ ἐμέων, ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλʼ Ἀχαιῶν.</l><l n="12">τὸν δὲ ἰδὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε,</l><l n="13">δεινὰ δʼ ὑπόδρα ἰδὼν Ἥρην πρὸς μῦθον ἔειπεν·</l><q><l n="14">ἦ μάλα δὴ κακότεχνος ἀμήχανε σὸς δόλος Ἥρη</l><l n="15">Ἕκτορα δῖον ἔπαυσε μάχης, ἐφόβησε δὲ λαούς.</l><l n="16">οὐ μὰν οἶδʼ εἰ αὖτε κακορραφίης ἀλεγεινῆς</l><l n="17">πρώτη ἐπαύρηαι καί σε πληγῇσιν ἱμάσσω.</l><l n="18">ἦ οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν</l><l n="19">ἄκμονας ἧκα δύω, περὶ χερσὶ δὲ δεσμὸν ἴηλα</l><l n="20">χρύσεον ἄρρηκτον; σὺ δʼ ἐν αἰθέρι καὶ νεφέλῃσιν</l><l n="21">ἐκρέμω· ἠλάστεον δὲ θεοὶ κατὰ μακρὸν Ὄλυμπον,</l><l n="22">λῦσαι δʼ οὐκ ἐδύναντο παρασταδόν· ὃν δὲ λάβοιμι</l><l n="23">ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ ὄφρʼ ἂν ἵκηται</l><l n="24">γῆν ὀλιγηπελέων· ἐμὲ δʼ οὐδʼ ὧς θυμὸν ἀνίει</l><l n="25">ἀζηχὴς ὀδύνη Ἡρακλῆος θείοιο,</l><l n="26">τὸν σὺ ξὺν Βορέῃ ἀνέμῳ πεπιθοῦσα θυέλλας</l><l n="27">πέμψας ἐπʼ ἀτρύγετον πόντον κακὰ μητιόωσα,</l><l n="28">καί μιν ἔπειτα Κόων δʼ εὖ ναιομένην ἀπένεικας.</l><l n="29">τὸν μὲν ἐγὼν ἔνθεν ῥυσάμην καὶ ἀνήγαγον αὖτις</l><l n="30">Ἄργος ἐς ἱππόβοτον καὶ πολλά περ ἀθλήσαντα.</l><l n="31">τῶν σʼ αὖτις μνήσω ἵνʼ ἀπολλήξῃς ἀπατάων,</l><l n="32">ὄφρα ἴδῃ ἤν τοι χραίσμῃ φιλότης τε καὶ εὐνή,</l><l n="33">ἣν ἐμίγης ἐλθοῦσα θεῶν ἄπο καί μʼ ἀπάτησας.</l><milestone ed="p" n="34" unit="card"/></q><l n="34"><milestone ed="P" unit="para"/>ὣς φάτο, ῥίγησεν δὲ βοῶπις πότνια Ἥρη,</l><l n="35">καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·</l><q><l n="36">ἴστω νῦν τόδε Γαῖα καὶ Οὐρανὸς εὐρὺς ὕπερθε</l><l n="37">καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος</l></q></div></div></body></text></TEI>