τῷ Τελαμωνιάδῃ· τοῦ γὰρ πέσεν ἄγχι μάλιστα. καρπαλίμως δʼ ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ. Πουλυδάμας δʼ αὐτὸς μὲν ἀλεύατο κῆρα μέλαιναν λικριφὶς ἀΐξας, κόμισεν δʼ Ἀντήνορος υἱὸς Ἀρχέλοχος· τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον. τόν ῥʼ ἔβαλεν κεφαλῆς τε καὶ αὐχένος ἐν συνεοχμῷ, νείατον ἀστράγαλον, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε· τοῦ δὲ πολὺ προτέρη κεφαλὴ στόμα τε ῥῖνές τε οὔδεϊ πλῆντʼ ἤ περ κνῆμαι καὶ γοῦνα πεσόντος. Αἴας δʼ αὖτʼ ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι· φράζεο Πουλυδάμα καί μοι νημερτὲς ἐνίσπες ἦ ῥʼ οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντὶ πεφάσθαι ἄξιος; οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ, ἀλλὰ κασίγνητος Ἀντήνορος ἱπποδάμοιο ἢ πάϊς· αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει. ἦ ῥʼ εὖ γιγνώσκων, Τρῶας δʼ ἄχος ἔλλαβε θυμόν. ἔνθʼ Ἀκάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρὶ ἀμφὶ κασιγνήτῳ βεβαώς· ὃ δʼ ὕφελκε ποδοῖιν. τῷ δʼ Ἀκάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας· Ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι οὔ θην οἴοισίν γε πόνος τʼ ἔσεται καὶ ὀϊζὺς ἡμῖν, ἀλλά ποθʼ ὧδε κατακτενέεσθε καὶ ὔμμες. φράζεσθʼ ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ δηρὸν ἄτιτος ἔῃ· τὼ καί κέ τις εὔχεται ἀνὴρ γνωτὸν ἐνὶ μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι. ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο· Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν· ὁρμήθη δʼ Ἀκάμαντος· ὃ δʼ οὐχ ὑπέμεινεν ἐρωὴν Πηνελέωο ἄνακτος· ὃ δʼ οὔτασεν Ἰλιονῆα υἱὸν Φόρβαντος πολυμήλου, τόν ῥα μάλιστα Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε· τῷ δʼ ἄρʼ ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα. τὸν τόθʼ ὑπʼ ὀφρύος οὖτα κατʼ ὀφθαλμοῖο θέμεθλα, ἐκ δʼ ὦσε γλήνην· δόρυ δʼ ὀφθαλμοῖο διὰ πρὸ καὶ διὰ ἰνίου ἦλθεν, ὃ δʼ ἕζετο χεῖρε πετάσσας ἄμφω· Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ αὐχένα μέσσον ἔλασσεν, ἀπήραξεν δὲ χαμᾶζε