<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="14"><l n="444">Ἠνοπίδην, ὃν ἄρα νύμφη τέκε νηῒς ἀμύμων</l><l n="445">Ἤνοπι βουκολέοντι παρʼ ὄχθας Σατνιόεντος.</l><l n="446">τὸν μὲν Ὀϊλιάδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν</l><l n="447">οὖτα κατὰ λαπάρην· ὃ δʼ ἀνετράπετʼ, ἀμφὶ δʼ ἄρʼ αὐτῷ</l><l n="448">Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.</l><l n="449">τῷ δʼ ἐπὶ Πουλυδάμας ἐγχέσπαλος ἦλθεν ἀμύντωρ</l><l n="450">Πανθοΐδης, βάλε δὲ Προθοήνορα δεξιὸν ὦμον</l><l n="451">υἱὸν Ἀρηϊλύκοιο, διʼ ὤμου δʼ ὄβριμον ἔγχος</l><l n="452">ἔσχεν, ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.</l><l n="453">Πουλυδάμας δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·</l><q><l n="454">οὐ μὰν αὖτʼ ὀΐω μεγαθύμου Πανθοΐδαο</l><l n="455">χειρὸς ἄπο στιβαρῆς ἅλιον πηδῆσαι ἄκοντα,</l><l n="456">ἀλλά τις Ἀργείων κόμισε χροΐ, καί μιν ὀΐω</l><l n="457">αὐτῷ σκηπτόμενον κατίμεν δόμον Ἄϊδος εἴσω.</l></q><l n="458"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο·</l><l n="459">Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε</l><l n="460">τῷ Τελαμωνιάδῃ· τοῦ γὰρ πέσεν ἄγχι μάλιστα.</l><l n="461">καρπαλίμως δʼ ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ.</l><l n="462">Πουλυδάμας δʼ αὐτὸς μὲν ἀλεύατο κῆρα μέλαιναν</l><l n="463">λικριφὶς ἀΐξας, κόμισεν δʼ Ἀντήνορος υἱὸς</l><l n="464">Ἀρχέλοχος· τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον.</l><l n="465">τόν ῥʼ ἔβαλεν κεφαλῆς τε καὶ αὐχένος ἐν συνεοχμῷ,</l><l n="466">νείατον ἀστράγαλον, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε·</l><l n="467">τοῦ δὲ πολὺ προτέρη κεφαλὴ στόμα τε ῥῖνές τε</l><l n="468">οὔδεϊ πλῆντʼ ἤ περ κνῆμαι καὶ γοῦνα πεσόντος.</l><l n="469">Αἴας δʼ αὖτʼ ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι·</l><q><l n="470">φράζεο Πουλυδάμα καί μοι νημερτὲς ἐνίσπες</l><l n="471">ἦ ῥʼ οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντὶ πεφάσθαι</l><l n="472">ἄξιος; οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ,</l><l n="473">ἀλλὰ κασίγνητος Ἀντήνορος ἱπποδάμοιο</l><l n="474">ἢ πάϊς· αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει.</l></q><milestone ed="p" n="475" unit="card"/><l n="475"><milestone ed="P" unit="para"/>ἦ ῥʼ εὖ γιγνώσκων, Τρῶας δʼ ἄχος ἔλλαβε θυμόν.</l><l n="476">ἔνθʼ Ἀκάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρὶ</l><l n="477">ἀμφὶ κασιγνήτῳ βεβαώς· ὃ δʼ ὕφελκε ποδοῖιν.</l><l n="478">τῷ δʼ Ἀκάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·</l><q><l n="479">Ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι</l><l n="480">οὔ θην οἴοισίν γε πόνος τʼ ἔσεται καὶ ὀϊζὺς</l><l n="481">ἡμῖν, ἀλλά ποθʼ ὧδε κατακτενέεσθε καὶ ὔμμες.</l></q></div></div></body></text></TEI>