<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="14"><l n="439">νὺξ ἐκάλυψε μέλαινα· βέλος δʼ ἔτι θυμὸν ἐδάμνα.</l><milestone ed="p" n="440" unit="card"/><l n="440"><milestone ed="P" unit="para"/>Ἀργεῖοι δʼ ὡς οὖν ἴδον Ἕκτορα νόσφι κιόντα</l><l n="441">μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης.</l><l n="442">ἔνθα πολὺ πρώτιστος Ὀϊλῆος ταχὺς Αἴας</l><l n="443">Σάτνιον οὔτασε δουρὶ μετάλμενος ὀξυόεντι</l><l n="444">Ἠνοπίδην, ὃν ἄρα νύμφη τέκε νηῒς ἀμύμων</l><l n="445">Ἤνοπι βουκολέοντι παρʼ ὄχθας Σατνιόεντος.</l><l n="446">τὸν μὲν Ὀϊλιάδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν</l><l n="447">οὖτα κατὰ λαπάρην· ὃ δʼ ἀνετράπετʼ, ἀμφὶ δʼ ἄρʼ αὐτῷ</l><l n="448">Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην.</l><l n="449">τῷ δʼ ἐπὶ Πουλυδάμας ἐγχέσπαλος ἦλθεν ἀμύντωρ</l><l n="450">Πανθοΐδης, βάλε δὲ Προθοήνορα δεξιὸν ὦμον</l><l n="451">υἱὸν Ἀρηϊλύκοιο, διʼ ὤμου δʼ ὄβριμον ἔγχος</l><l n="452">ἔσχεν, ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.</l><l n="453">Πουλυδάμας δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·</l><q><l n="454">οὐ μὰν αὖτʼ ὀΐω μεγαθύμου Πανθοΐδαο</l><l n="455">χειρὸς ἄπο στιβαρῆς ἅλιον πηδῆσαι ἄκοντα,</l><l n="456">ἀλλά τις Ἀργείων κόμισε χροΐ, καί μιν ὀΐω</l><l n="457">αὐτῷ σκηπτόμενον κατίμεν δόμον Ἄϊδος εἴσω.</l></q><l n="458"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο·</l><l n="459">Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε</l><l n="460">τῷ Τελαμωνιάδῃ· τοῦ γὰρ πέσεν ἄγχι μάλιστα.</l></div></div></body></text></TEI>