<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="14"><q><l n="42">ὦ Νέστορ Νηληϊάδη μέγα κῦδος Ἀχαιῶν</l><l n="43">τίπτε λιπὼν πόλεμον φθισήνορα δεῦρʼ ἀφικάνεις;</l><l n="44">δείδω μὴ δή μοι τελέσῃ ἔπος ὄβριμος Ἕκτωρ,</l><l n="45">ὥς ποτʼ ἐπηπείλησεν ἐνὶ Τρώεσσʼ ἀγορεύων</l><l n="46">μὴ πρὶν πὰρ νηῶν προτὶ Ἴλιον ἀπονέεσθαι</l><l n="47">πρὶν πυρὶ νῆας ἐνιπρῆσαι, κτεῖναι δὲ καὶ αὐτούς.</l><l n="48">κεῖνος τὼς ἀγόρευε· τὰ δὴ νῦν πάντα τελεῖται.</l><l n="49">ὢ πόποι ἦ ῥα καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοὶ</l><l n="50">ἐν θυμῷ βάλλονται ἐμοὶ χόλον ὥς περ Ἀχιλλεὺς</l><l n="51">οὐδʼ ἐθέλουσι μάχεσθαι ἐπὶ πρυμνῇσι νέεσσι.</l></q><l n="52"><milestone ed="P" unit="para"/>τὸν δʼ ἠμείβετʼ ἔπειτα Γερήνιος ἱππότα Νέστωρ·</l><q><l n="53">ἦ δὴ ταῦτά γʼ ἑτοῖμα τετεύχαται, οὐδέ κεν ἄλλως</l><l n="54">Ζεὺς ὑψιβρεμέτης αὐτὸς παρατεκτήναιτο.</l><l n="55">τεῖχος μὲν γὰρ δὴ κατερήριπεν, ᾧ ἐπέπιθμεν</l><l n="56">ἄρρηκτον νηῶν τε καὶ αὐτῶν εἶλαρ ἔσεσθαι·</l><l n="57">οἳ δʼ ἐπὶ νηυσὶ θοῇσι μάχην ἀλίαστον ἔχουσι</l><l n="58">νωλεμές· οὐδʼ ἂν ἔτι γνοίης μάλα περ σκοπιάζων</l><l n="59">ὁπποτέρωθεν Ἀχαιοὶ ὀρινόμενοι κλονέονται,</l><l n="60">ὡς ἐπιμὶξ κτείνονται, ἀϋτὴ δʼ οὐρανὸν ἵκει.</l><l n="61">ἡμεῖς δὲ φραζώμεθʼ ὅπως ἔσται τάδε ἔργα</l><l n="62">εἴ τι νόος ῥέξει· πόλεμον δʼ οὐκ ἄμμε κελεύω</l><l n="63">δύμεναι· οὐ γάρ πως βεβλημένον ἐστὶ μάχεσθαι.</l></q></div></div></body></text></TEI>