τὸν μὲν ἔπειτʼ ἀπιόντα μέγας Τελαμώνιος Αἴας χερμαδίῳ, τά ῥα πολλὰ θοάων ἔχματα νηῶν πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο, τῶν ἓν ἀείρας στῆθος βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δειρῆς, στρόμβον δʼ ὣς ἔσσευε βαλών, περὶ δʼ ἔδραμε πάντῃ. ὡς δʼ ὅθʼ ὑπὸ πληγῆς πατρὸς Διὸς ἐξερίπῃ δρῦς πρόρριζος, δεινὴ δὲ θεείου γίγνεται ὀδμὴ ἐξ αὐτῆς, τὸν δʼ οὔ περ ἔχει θράσος ὅς κεν ἴδηται ἐγγὺς ἐών, χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνός, ὣς ἔπεσʼ Ἕκτορος ὦκα χαμαὶ μένος ἐν κονίῃσι· χειρὸς δʼ ἔκβαλεν ἔγχος, ἐπʼ αὐτῷ δʼ ἀσπὶς ἑάφθη καὶ κόρυς, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ. οἳ δὲ μέγα ἰάχοντες ἐπέδραμον υἷες Ἀχαιῶν ἐλπόμενοι ἐρύεσθαι, ἀκόντιζον δὲ θαμειὰς αἰχμάς· ἀλλʼ οὔ τις ἐδυνήσατο ποιμένα λαῶν οὐτάσαι οὐδὲ βαλεῖν· πρὶν γὰρ περίβησαν ἄριστοι Πουλυδάμας τε καὶ Αἰνείας καὶ δῖος Ἀγήνωρ Σαρπηδών τʼ ἀρχὸς Λυκίων καὶ Γλαῦκος ἀμύμων. τῶν δʼ ἄλλων οὔ τίς εὑ ἀκήδεσεν, ἀλλὰ πάροιθεν ἀσπίδας εὐκύκλους σχέθον αὐτοῦ. τὸν δʼ ἄρʼ ἑταῖροι χερσὶν ἀείραντες φέρον ἐκ πόνου, ὄφρʼ ἵκεθʼ ἵππους ὠκέας, οἵ οἱ ὄπισθε μάχης ἠδὲ πτολέμοιο ἕστασαν ἡνίοχόν τε καὶ ἅρματα ποικίλʼ ἔχοντες· οἳ τόν γε προτὶ ἄστυ φέρον βαρέα στενάχοντα. ἀλλʼ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο Ξάνθου δινήεντος, ὃν ἀθάνατος τέκετο Ζεύς, ἔνθά μιν ἐξ ἵππων πέλασαν χθονί, κὰδ δέ οἱ ὕδωρ χεῦαν· ὃ δʼ ἀμπνύνθη καὶ ἀνέδρακεν ὀφθαλμοῖσιν, ἑζόμενος δʼ ἐπὶ γοῦνα κελαινεφὲς αἷμʼ ἀπέμεσσεν· αὖτις δʼ ἐξοπίσω πλῆτο χθονί, τὼ δέ οἱ ὄσσε νὺξ ἐκάλυψε μέλαινα· βέλος δʼ ἔτι θυμὸν ἐδάμνα. Ἀργεῖοι δʼ ὡς οὖν ἴδον Ἕκτορα νόσφι κιόντα μᾶλλον ἐπὶ Τρώεσσι θόρον, μνήσαντο δὲ χάρμης. ἔνθα πολὺ πρώτιστος Ὀϊλῆος ταχὺς Αἴας Σάτνιον οὔτασε δουρὶ μετάλμενος ὀξυόεντι Ἠνοπίδην, ὃν ἄρα νύμφη τέκε νηῒς ἀμύμων Ἤνοπι βουκολέοντι παρʼ ὄχθας Σατνιόεντος. τὸν μὲν Ὀϊλιάδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν οὖτα κατὰ λαπάρην· ὃ δʼ ἀνετράπετʼ, ἀμφὶ δʼ ἄρʼ αὐτῷ Τρῶες καὶ Δαναοὶ σύναγον κρατερὴν ὑσμίνην. τῷ δʼ ἐπὶ Πουλυδάμας ἐγχέσπαλος ἦλθεν ἀμύντωρ Πανθοΐδης, βάλε δὲ Προθοήνορα δεξιὸν ὦμον υἱὸν Ἀρηϊλύκοιο, διʼ ὤμου δʼ ὄβριμον ἔγχος ἔσχεν, ὃ δʼ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ. Πουλυδάμας δʼ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας· οὐ μὰν αὖτʼ ὀΐω μεγαθύμου Πανθοΐδαο χειρὸς ἄπο στιβαρῆς ἅλιον πηδῆσαι ἄκοντα, ἀλλά τις Ἀργείων κόμισε χροΐ, καί μιν ὀΐω αὐτῷ σκηπτόμενον κατίμεν δόμον Ἄϊδος εἴσω. ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο· Αἴαντι δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινε τῷ Τελαμωνιάδῃ· τοῦ γὰρ πέσεν ἄγχι μάλιστα. καρπαλίμως δʼ ἀπιόντος ἀκόντισε δουρὶ φαεινῷ. Πουλυδάμας δʼ αὐτὸς μὲν ἀλεύατο κῆρα μέλαιναν λικριφὶς ἀΐξας, κόμισεν δʼ Ἀντήνορος υἱὸς Ἀρχέλοχος· τῷ γάρ ῥα θεοὶ βούλευσαν ὄλεθρον. τόν ῥʼ ἔβαλεν κεφαλῆς τε καὶ αὐχένος ἐν συνεοχμῷ, νείατον ἀστράγαλον, ἀπὸ δʼ ἄμφω κέρσε τένοντε· τοῦ δὲ πολὺ προτέρη κεφαλὴ στόμα τε ῥῖνές τε οὔδεϊ πλῆντʼ ἤ περ κνῆμαι καὶ γοῦνα πεσόντος. Αἴας δʼ αὖτʼ ἐγέγωνεν ἀμύμονι Πουλυδάμαντι· φράζεο Πουλυδάμα καί μοι νημερτὲς ἐνίσπες ἦ ῥʼ οὐχ οὗτος ἀνὴρ Προθοήνορος ἀντὶ πεφάσθαι ἄξιος; οὐ μέν μοι κακὸς εἴδεται οὐδὲ κακῶν ἔξ, ἀλλὰ κασίγνητος Ἀντήνορος ἱπποδάμοιο ἢ πάϊς· αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει. ἦ ῥʼ εὖ γιγνώσκων, Τρῶας δʼ ἄχος ἔλλαβε θυμόν. ἔνθʼ Ἀκάμας Πρόμαχον Βοιώτιον οὔτασε δουρὶ ἀμφὶ κασιγνήτῳ βεβαώς· ὃ δʼ ὕφελκε ποδοῖιν. τῷ δʼ Ἀκάμας ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας· Ἀργεῖοι ἰόμωροι ἀπειλάων ἀκόρητοι οὔ θην οἴοισίν γε πόνος τʼ ἔσεται καὶ ὀϊζὺς ἡμῖν, ἀλλά ποθʼ ὧδε κατακτενέεσθε καὶ ὔμμες. φράζεσθʼ ὡς ὑμῖν Πρόμαχος δεδμημένος εὕδει ἔγχει ἐμῷ, ἵνα μή τι κασιγνήτοιό γε ποινὴ δηρὸν ἄτιτος ἔῃ· τὼ καί κέ τις εὔχεται ἀνὴρ γνωτὸν ἐνὶ μεγάροισιν ἀρῆς ἀλκτῆρα λιπέσθαι. ὣς ἔφατʼ, Ἀργείοισι δʼ ἄχος γένετʼ εὐξαμένοιο· Πηνέλεῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν· ὁρμήθη δʼ Ἀκάμαντος· ὃ δʼ οὐχ ὑπέμεινεν ἐρωὴν Πηνελέωο ἄνακτος· ὃ δʼ οὔτασεν Ἰλιονῆα υἱὸν Φόρβαντος πολυμήλου, τόν ῥα μάλιστα Ἑρμείας Τρώων ἐφίλει καὶ κτῆσιν ὄπασσε· τῷ δʼ ἄρʼ ὑπὸ μήτηρ μοῦνον τέκεν Ἰλιονῆα. τὸν τόθʼ ὑπʼ ὀφρύος οὖτα κατʼ ὀφθαλμοῖο θέμεθλα, ἐκ δʼ ὦσε γλήνην· δόρυ δʼ ὀφθαλμοῖο διὰ πρὸ καὶ διὰ ἰνίου ἦλθεν, ὃ δʼ ἕζετο χεῖρε πετάσσας ἄμφω· Πηνέλεως δὲ ἐρυσσάμενος ξίφος ὀξὺ