<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0012.tlg001.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="Book" n="14"><l n="384">βάν ῥʼ ἴμεν· ἦρχε δʼ ἄρά σφι Ποσειδάων ἐνοσίχθων</l><l n="385">δεινὸν ἄορ τανύηκες ἔχων ἐν χειρὶ παχείῃ</l><l n="386">εἴκελον ἀστεροπῇ· τῷ δʼ οὐ θέμις ἐστὶ μιγῆναι</l><l n="387">ἐν δαῒ λευγαλέῃ, ἀλλὰ δέος ἰσχάνει ἄνδρας.</l><l n="388"><milestone ed="P" unit="para"/>Τρῶας δʼ αὖθʼ ἑτέρωθεν ἐκόσμει φαίδιμος Ἕκτωρ.</l><l n="389">δή ῥα τότʼ αἰνοτάτην ἔριδα πτολέμοιο τάνυσσαν</l><l n="390">κυανοχαῖτα Ποσειδάων καὶ φαίδιμος Ἕκτωρ,</l><l n="391">ἤτοι ὃ μὲν Τρώεσσιν, ὃ δʼ Ἀργείοισιν ἀρήγων.</l><l n="392">ἐκλύσθη δὲ θάλασσα ποτὶ κλισίας τε νέας τε</l><l n="393">Ἀργείων· οἳ δὲ ξύνισαν μεγάλῳ ἀλαλητῷ.</l><l n="394">οὔτε θαλάσσης κῦμα τόσον βοάᾳ ποτὶ χέρσον</l><l n="395">ποντόθεν ὀρνύμενον πνοιῇ Βορέω ἀλεγεινῇ·</l><l n="396">οὔτε πυρὸς τόσσός γε ποτὶ βρόμος αἰθομένοιο</l><l n="397">οὔρεος ἐν βήσσῃς, ὅτε τʼ ὤρετο καιέμεν ὕλην·</l><l n="398">οὔτʼ ἄνεμος τόσσόν γε περὶ δρυσὶν ὑψικόμοισι</l><l n="399">ἠπύει, ὅς τε μάλιστα μέγα βρέμεται χαλεπαίνων,</l><l n="400">ὅσση ἄρα Τρώων καὶ Ἀχαιῶν ἔπλετο φωνὴ</l><l n="401">δεινὸν ἀϋσάντων, ὅτʼ ἐπʼ ἀλλήλοισιν ὄρουσαν.</l><milestone ed="p" n="402" unit="card"/><l n="402"><milestone ed="P" unit="para"/>Αἴαντος δὲ πρῶτος ἀκόντισε φαίδιμος Ἕκτωρ</l><l n="403">ἔγχει, ἐπεὶ τέτραπτο πρὸς ἰθύ οἱ, οὐδʼ ἀφάμαρτε,</l><l n="404">τῇ ῥα δύω τελαμῶνε περὶ στήθεσσι τετάσθην,</l><l n="405">ἤτοι ὃ μὲν σάκεος, ὃ δὲ φασγάνου ἀργυροήλου·</l><l n="406">τώ οἱ ῥυσάσθην τέρενα χρόα. χώσατο δʼ Ἕκτωρ,</l><l n="407">ὅττί ῥά οἱ βέλος ὠκὺ ἐτώσιον ἔκφυγε χειρός,</l><l n="408">ἂψ δʼ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρʼ ἀλεείνων.</l><l n="409">τὸν μὲν ἔπειτʼ ἀπιόντα μέγας Τελαμώνιος Αἴας</l><l n="410">χερμαδίῳ, τά ῥα πολλὰ θοάων ἔχματα νηῶν</l><l n="411">πὰρ ποσὶ μαρναμένων ἐκυλίνδετο, τῶν ἓν ἀείρας</l><l n="412">στῆθος βεβλήκει ὑπὲρ ἄντυγος ἀγχόθι δειρῆς,</l><l n="413">στρόμβον δʼ ὣς ἔσσευε βαλών, περὶ δʼ ἔδραμε πάντῃ.</l><l n="414">ὡς δʼ ὅθʼ ὑπὸ πληγῆς πατρὸς Διὸς ἐξερίπῃ δρῦς</l><l n="415">πρόρριζος, δεινὴ δὲ θεείου γίγνεται ὀδμὴ</l><l n="416">ἐξ αὐτῆς, τὸν δʼ οὔ περ ἔχει θράσος ὅς κεν ἴδηται</l><l n="417">ἐγγὺς ἐών, χαλεπὸς δὲ Διὸς μεγάλοιο κεραυνός,</l><l n="418">ὣς ἔπεσʼ Ἕκτορος ὦκα χαμαὶ μένος ἐν κονίῃσι·</l><l n="419">χειρὸς δʼ ἔκβαλεν ἔγχος, ἐπʼ αὐτῷ δʼ ἀσπὶς ἑάφθη</l><l n="420">καὶ κόρυς, ἀμφὶ δέ οἱ βράχε τεύχεα ποικίλα χαλκῷ.</l><l n="421">οἳ δὲ μέγα ἰάχοντες ἐπέδραμον υἷες Ἀχαιῶν</l></div></div></body></text></TEI>